esfinge
correo I.E.S. "PEDRO SOTO DE ROJAS". GRANADA Enlace a
Web del IES "Soto de Rojas"


ANTOLOGÍA GRIEGA
ΑΝΘΟΛΟΓΙΑ

APOLODORO: BIBLIOTECA

Gea y Urano, dioses primitivos: su descendencia


ππολδωρος Βιβλιοθκη (A,1, 1-3) APOLODORO, BIBLIOTECA (I, 1, 1-3)

[Α 1,1] Οὐρανὸς πρῶτος τοῦ παντὸς ἐδυνάστευσε κόσμου. γήμας δὲ Γῆν ἐτέκνωσε πρώτους τοὺς ἑκατόγχειρας προσαγορευθέντας, Βριάρεων Γύην Κόττον, οἳ μεγέθει τε ἀνυπέρβλητοι καὶ δυνάμει καθειστήκεσαν, χεῖρας μὲν ἀνὰ ἑκατὸν κεφαλὰς δὲ ἀνὰ πεντήκοντα ἔχοντες.

[Α 1,2] μετὰ τούτους δὲ αὐτῷ τεκνοῖ Γῆ Κύκλωπας, Ἄργην Στερόπην Βρόντην, ὧν ἕκαστος εἶχεν ἕνα ὀφθαλμὸν ἐπὶ τοῦ μετώπου. ἀλλὰ τούτους μὲν Οὐρανὸς δήσας εἰς Τάρταρον ἔρριψε (τόπος δὲ οὗτος ἐρεβώδης ἐστὶν ἐν Ἅιδου, τοσοῦτον ἀπὸ γῆς ἔχων διάστημα ὅσον ἀπ᾽ οὐρανοῦ γῆ),

[Α 1,3] τεκνοῖ δὲ αὖθις ἐκ Γῆς παῖδας μὲν τοὺς Τιτᾶνας προσαγορευθέντας, Ὠκεανὸν Κοῖον Ὑπερίονα Κρεῖον Ἰαπετὸν καὶ νεώτατον ἁπάντων Κρόνον, θυγατέρας δὲ τὰς κληθείσας Τιτανίδας, Τηθὺν ῾Ρέαν Θέμιν Μνημοσύνην Φοίβην Διώνην Θείαν.

[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A,1, 1-3)

Α 1,1 γήμας: participio de aoristo de γαμέω. καθειστήκεσαν: 3ª persona del plural del pret. pluscuamperfecto de καθίστημι. ἀνὰ ἕκατον: distributivo,“cien cada uno”. 

Α 1,2 τεκνοῖ: de τεκνόω. δήσας: de δεώ 1. ἐρέβοδης –ες: tenebroso. ἐν Ἅιδου: sobreentíendase οἴκῳ. Ἅιδος–ου: Hades, el dios del mundo subterráneo.

Α 1,3 κληθεῖσας: Participio de aoristo pasivo de καλέω.


Castración de Urano


ππολδωρος Βιβλιοθκη (A,1, 4) APOLODORO, BIBLIOTECA (I, 1, 4)

[Α 1,4] ἀγανακτοῦσα δὲ Γῆ ἐπὶ τῇ ἀπωλείᾳ τῶν εἰς Τάρταρον ῥιφέντων παίδων πείθει τοὺς Τιτᾶνας ἐπιθέσθαι τῷ πατρί, καὶ δίδωσιν ἀδαμαντίνην ἅρπην Κρόνῳ. οἱ δὲ Ὠκεανοῦ χωρὶς ἐπιτίθενται, καὶ Κρόνος ἀποτεμὼν τὰ αἰδοῖα τοῦ πατρὸς εἰς τὴν θάλασσαν ἀφίησιν. ἐκ δὲ τῶν σταλαγμῶν τοῦ ῥέοντος αἵματος ἐρινύες ἐγένοντο, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. τῆς δὲ ἀρχῆς ἐκβαλόντες τούς τε καταταρταρωθέντας ἀνήγαγον ἀδελφοὺς καὶ τὴν ἀρχὴν Κρόνῳ παρέδοσαν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A,1, 4)

Α 1,4 ῥιφέντων: participio de aoristo pasivo de ῥίπτω. ἐπιθέσθαι: infinitivo de aoristo medio de ἐπιτίθημι. ἀποτεμών: participio de aoristo de ἀποτέμνω. ἀφίησιν: 3ª persona del singular del presente de indicativo de ἀφίημι. καταταρταρωθέντθας: participio de aoristo pasivo de καταταρταρόω: precipitar en el Tártaro. παρέδοσαν: aoristo de παραδίδωμι.


Engaño de Rea a Cronos e infancia de Zeus


ππολδωρος Βιβλιοθκη (A,1, 5-7) APOLODORO, BIBLIOTECA (I, 1, 5-7)

 

[Α, 1, 5] ὁ δὲ τούτους μὲν τῷ Ταρτάρῳ πάλιν δήσας καθεῖρξε, τὴν δὲ ἀδελφὴν Ῥέαν γήμας, ἐπειδὴ Γῆ τε καὶ Οὐρανὸς ἐθεσπιῴδουν αὐτῷ λέγοντες ὑπὸ παιδὸς ἰδίου τὴν ἀρχὴν ἀφαιρεθήσεσθαι, κατέπινε τὰ γεννώμενα. καὶ πρώτην μὲν γεννηθεῖσαν Ἑστίαν κατέπιεν, εἶτα Δήμητραν καὶἭραν, μεθ' ἃς Πλούτωνα καὶ Ποσειδῶνα.

[Α,1, 6] ὀργισθεῖσα δὲ ἐπὶ τούτοις Ῥέα παραγίνεται μὲν εἰς Κρήτην, ὁπηνίκα τὸν Δία ἐγκυμονοῦσα ἐτύγχανε, γεννᾷ δὲ ἐν ἄντρῳ τῆς Δίκτης Δία. καὶ τοῦτον μὲν δίδωσι τρέφεσθαι Κούρησί τε καὶ ταῖς Μελισσέως παισὶ νύμφαις, Ἀδραστείᾳ τε καὶἼδῃ.

[Α 1,7] αὗται μὲν οὖν τὸν παῖδα ἔτρεφον τῷ τῆς Ἀμαλθείας γάλακτι, οἱ δὲ Κούρητες ἔνοπλοι ἐν τῷ ἄντρῳ τὸ βρέφος φυλάσσοντες τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουον, ἵνα μὴ τῆς τοῦ παιδὸς φωνῆς ὁ Κρόνος ἀκούσῃ. Ῥέα δὲ λίθον σπαργανώσασα δέδωκε Κρόνῳ καταπιεῖν ὡς τὸν γεγεννημένον παῖδα.
[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A,1, 5-7)

Α 1, 5 δήσας: De δέω1. ἐπειδὴ: Conj. con valor causal, “ya que”, “puesto que”. ἐθεσπιῴδουν: Imperf. con valor de pluscuamperfecto de θεσπιῳδέω: “profetizar, vaticinar”. ἀφαιρεθήσεσθαι: Inf. de futuro pasivo de ἀφαιρέω. κατέπινε: De καταπίνω. γεννώμενα: Participio sustantivado de γεννάω: “los recién nacidos”. γεννηθεῖσαν: Participio de aoristo pasivo de γεννάω. κατέπιεν: Aoristo temático de καταπίνω.

Α 1, 6 ὀργισθεῖσα: Participio de aoristo pasivo de ὀργίζω. ἐγκυμονοῦσα: De ἐγκυμονέω: “estar encinta”. τρέφεσθαι: Infinitivo con valor final. Α 1, 7 συνέκρουον: De συγκρούω. ὡς: “Como”. εγεννημένον: “Recién nacido”.


Reparto del mundo entre Zeus, Poseidón y Hades


ππολδωρος Βιβλιοθκη (A,2, 1) APOLODORO, BIBLIOTECA (I, 2, 1)

[Α 2,1] ἐπειδὴ δὲ Ζεὺς ἐγενήθη τέλειος, λαμβάνει Μῆτιν τὴν Ὠκεανοῦ συνεργόν, ἣ δίδωσι Κρόνῳ καταπιεῖν φάρμακον, ὑφ᾽ οὗ ἐκεῖνος ἀναγκασθεὶς πρῶτον μὲν ἐξεμεῖ τὸν λίθον, ἔπειτα τοὺς παῖδας οὓς κατέπιε· μεθ᾽ ὧν Ζεὺς τὸν πρὸς Κρόνον καὶ Τιτᾶνας ἐξήνεγκε πόλεμον. μαχομένων δὲ αὐτῶν ἐνιαυτοὺς δέκα ἡ Γῆ τῷ Διὶ ἔχρησε τὴν νίκην, τοὺς καταταρταρωθέντας ἂν ἔχῃ συμμάχους· ὁ δὲ τὴν φρουροῦσαν αὐτῶν τὰ δεσμὰ Κάμπην ἀποκτείνας ἔλυσε. καὶ Κύκλωπες τότε Διὶ μὲν διδόασι βροντὴν καὶ ἀστραπὴν καὶ κεραυνόν, Πλούτωνι δὲ κυνέην, Ποσειδῶνι δὲ τρίαιναν· οἱ δὲ τούτοις ὁπλισθέντες κρατοῦσι Τιτάνων, καὶ καθείρξαντες αὐτοὺς ἐν τῷ Ταρτάρῳ τοὺς ἑκατόγχειρας κατέστησαν φύλακας. αὐτοὶ δὲ διακληροῦνται περὶ τῆς ἀρχῆς, καὶ λαγχάνει Ζεὺς μὲν τὴν ἐν οὐρανῷ δυναστείαν, Ποσειδῶν δὲ τὴν ἐν θαλάσσῃ, Πλούτων δὲ τὴν ἐν Ἅιδου.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 2, 1)

Α 2, 1 ἐγενήθη τέλειος Aoristo pasivo de γίγνομαι, “se hizo adulto”. τὴν Ὠκεανοῦ: Sobreentiéndase θυγατέρα. συνεργόν: Predicativo de Μῆτιν. δίδωσι: Tercera persona del singular del presente de indicativo de δίδωμι. καταπιεῖν: Infinitivo con valor final, “beber enteramente”. ὑφ᾽: = ὑπό. ἀναγκασθεὶς: Participio de aoristo pasivo de ἀναγκάζω. κατέπιε: Aoristo de καταπίνω. τὸν πρὸς Κρόνον: Acompaña a πόλεμον del final de la frase. ἐξήνεγκε: Aoristo activo de ἐκφέρω. Διὶ: Dativo de Ζεύς. καταταρταρωθέντας: Participio de aoristo pasivo de καταταρταρόω, “arrojar en el Tártaro”. ἂν: Contracción por ἐάν, condicional, “si”. συμμάχους: Predicativo de καταταρταρωθέντας. δεσμὰ: αὐτῶν τὰ δεσμά complemento del verbo personal ἔλυσε. ἀποκτείνας: Participio de aoristo activo de ἀποκτείνω. διδόασι: Tercera personal de plural del presente de indicativo del verbo δίδωμι. ὁπλισθέντες: Participio de aoristo pasivo de ὁπλίζω. κρατοῦσι: Rige genitivo. κατέστησαν: Aoristo activo de καθίστημι. φύλακας: Predicativo de τοὺς ἑκατόγχειρας. τὴν ἐν θαλάσσῃ: Se sobreentiende –también en el siguiente τήν- δυναστείαν.



Prometeo: el robo del fuego


ππολδωρος Βιβλιοθκη (A, 7, 1) APOLODORO, BIBLIOTECA (I, 7, 1)

[Α 7,1] Προμηθεὺς δὲ ἐξ ὕδατος καὶ γῆς ἀνθρώπους πλάσας ἔδωκεν αὐτοῖς καὶ πῦρ, λάθρᾳ Διὸς ἐν νάρθηκι κρύψας. ὡς δὲ ᾔσθετο Ζεύς, ἐπέταξεν Ἡφαίστῳ τῷ Καυκάσῳ ὄρει τὸ σῶμα αὐτοῦ προσηλῶσαι· τοῦτο δὲ Σκυθικὸν ὄρος ἐστίν. ἐν δὴ τούτῳ προσηλωθεὶς Προμηθεὺς πολλῶν ἐτῶν ἀριθμὸν ἐδέδετο· καθ᾽ ἑκάστην δὲ ἡμέραν ἀετὸς ἐφιπτάμενος αὐτῷ τοὺς λοβοὺς ἐνέμετο τοῦ ἥπατος αὐξανομένου διὰ νυκτός. καὶ Προμηθεὺς μὲν πυρὸς κλαπέντος δίκην ἔτινε ταύτην, μέχρις Ἡρακλῆς αὐτὸν ὕστερον ἔλυσεν, ὡς ἐν τοῖς καθ᾽ Ἡρακλέα δηλώσομεν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 7, 1)

Α 7, 1 ὕδατος: ὕδωρ –ατος, τό: agua. ἔδωκεν: Aoristo de δίδωμι. λάθρᾳ: Valor adverbial. Διὸς: Genitivo de Ζεύς: Zeus (el padre de los dioses). νάρθηκι: νάρθηξ –ηκος, ἡ férula, caña, tablilla. κρύψας: Participio de aoristo de κρύπτω. ᾔσθετο: Aoristo de αἰσθάνομαι. ἐπέταξεν: Aoristo indicativo activo de ἐπιτάσσω. ὄρει: ὄρος –ους (-εος). προσηλῶσαι: Infinitivo de aoristo de προσηλόω. προσηλωθεὶς: Participio de aoristo pasivo de προσηλόω. ἐδέδετο: Tercera persona del singular del pretérito pluscuamperfecto pasivo de δέω1. ἐφιπτάμενος: Participio de presente de ἐφίπταμαι: volar hacia (con dativo). ἐνέμετο: Imperfecto de νέμω: “devorar”. κλαπέντος: Participio de aoristo pasivo de κλέπτω. μέχρις: Conjunción subordinada adverbial de tiempo: “hasta que”. ὕστερον: Adverbio.


El mito del nacimiento de la humanidad: Deucalión y Pirra


ππολδωρος Βιβλιοθκη (A, 7, 2) APOLODORO, BIBLIOTECA (I, 7, 2)


    [Α 7,2] Προμηθέως δὲ παῖς Δευκαλίων ἐγένετο. οὗτος βασιλεύων τῶν περὶ τὴν Φθίαν τόπων γαμεῖ Πύρραν τὴν Ἐπιμηθέως καὶ Πανδώρας, ἣν ἔπλασαν θεοὶ πρώτην γυναῖκα. ἐπεὶ δὲ ἀφανίσαι Ζεὺς τὸ χαλκοῦν ἠθέλησε γένος, ὑποθεμένου Προμηθέως Δευκαλίων τεκτηνάμενος λάρνακα, καὶ τὰ ἐπιτήδεια ἐνθέμενος, εἰς ταύτην μετὰ Πύρρας εἰσέβη. Ζεὺς δὲ πολὺν ὑετὸν ἀπ᾽ οὐρανοῦ χέας τὰ πλεῖστα μέρη τῆς Ἑλλάδος κατέκλυσεν, ὥστε διαφθαρῆναι πάντας ἀνθρώπους, ὀλίγων χωρὶς οἳ συνέφυγον εἰς τὰ πλησίον ὑψηλὰ ὄρη. τότε δὲ καὶ τὰ κατὰ Θεσσαλίαν ὄρη διέστη, καὶ τὰ ἐκτὸς Ἰσθμοῦ καὶ Πελοποννήσου συνεχέθη πάντα. Δευκαλίων δὲ ἐν τῇ λάρνακι διὰ τῆς θαλάσσης φερόμενος ἡμέρας ἐννέα καὶ νύκτας ἴσας τῷ Παρνασῷ προσίσχει, κἀκεῖ τῶν ὄμβρων παῦλαν λαβόντων ἐκβὰς θύει Διὶ φυξίῳ. Ζεὺς δὲ πέμψας Ἑρμῆν πρὸς αὐτὸν ἐπέτρεψεν αἱρεῖσθαι ὅ τι βούλεται· ὁ δὲ αἱρεῖται ἀνθρώπους αὐτῷ γενέσθαι. καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 7, 2)

Α 7, 2 ἔπλασαν: Aoristo de πλάσσω. ἀφανίσαι: Infinitivo de aoristo de ἀφανίζω. ὑποθεμένου: Participio de aoristo medio de ὑποτίθημι: “aconsejar”. τεκτηνάμενος: Participio de aoristo de τεκταίνομαι. λάρνακα: λάρναξ –ακος, ἡ: “arca”. ἐνθέμενος: Participio de aoristo medio de ἐντίθημι. εἰσέβη: Aoristo de indicativo activo de εἰσβαίνω. χέας: Participio de aoristo de χέω. μέρη: de μέρος –ους (-εος), τό: “parte”. πλησίον: Adverbio. ὄρη: ὄρος-ους τό. καὶ: Adverbio. διέστη: Aoristo de indicativo activo de διίστημι. συνεχέθη: Aoristo de indicativo pasivo de συγχέω: “inundarse”. ἴσας: “Iguales, las mismas”; se refiere a νύκτας. προσίσχει: “Arribar a”, (con dativo). κἀκεῖ: = καὶ ἐκεῖ. λαβόντων: Participio de aoristo de λαμβάνω. ἐκβὰς: Participio de aoristo de ἐκβαίνω. Διὶ φυξίῳ: “a Zeús Fixio” (Zeus protector de la huida). ἐπέτρεψεν: de ἐπιτρέπω. ὅ τι: Relativo de ὅστις, ἥτις, ὅ τι. Διὸς: Genitivo de Ζεύς. εἰπόντος: Participio de aoristo de λέγω. οὓς: Se sobreentiende ἔβαλε.


Bodas de Zeus y Metis; amenaza y descendencia


ππολδωρος Βιβλιοθκη (A, 3, 6) APOLODORO, BIBLIOTECA (I, 3, 6)

    [Α 3,6] μίγνυται δὲ Ζεὺς Μήτιδι, μεταβαλλούσῃ εἰς πολλὰς ἰδέας ὑπὲρ τοῦ μὴ συνελθεῖν, καὶ αὐτὴν γενομένην ἔγκυον καταπίνει φθάσας, ἐπείπερ ἔλεγε γεννήσειν παῖδα μετὰ τὴν μέλλουσαν ἐξ αὐτῆς γεννᾶσθαι κόρην, ὃς οὐρανοῦ δυνάστης γενήσεται. τοῦτο φοβηθεὶς κατέπιεν αὐτήν· ὡς δ᾽ ὁ τῆς γεννήσεως ἐνέστη χρόνος, πλήξαντος αὐτοῦ τὴν κεφαλὴν πελέκει Προμηθέως ἢ καθάπερ ἄλλοι λέγουσιν Ἡφαίστου, ἐκ κορυφῆς, ἐπὶ ποταμοῦ Τρίτωνος, Ἀθηνᾶ σὺν ὅπλοις ἀνέθορεν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 3, 6)

Α 3,6 μεταβαλλοσ: Participio femenino de μεταβλλω. συνελθεν: De συνρχομαι. φθσας: Participio de aoristo de φθνω: “apresurarse”. μλλουσαν: “Ir a, estar a punto de” + infinitivo. φοβηθες: Participio de aoristo pasivo de φοβω. κατπιεν: Aoristo de καταπνω. ς: “Cuando”. νστη: Aoristo de νστημι. πλξαντος: Participio de aoristo de πλσσω. πελκει: πλεκυς –εως, : “hacha”. νθορεν: Aoristo activo de ναθρσκω.


Nacimiento de Hefesto


ππολδωρος Βιβλιοθκη (A, 3, 5) APOLODORO, BIBLIOTECA (I, 3, 5)

    Α 3,5] Ἥρα δὲ χωρὶς εὐνῆς ἐγέννησεν Ἥφαιστον· ὡς δὲ Ὅμηρος λέγει, καὶ τοῦτον ἐκ Διὸς ἐγέννησε. ῥίπτει δὲ αὐτὸν ἐξ οὐρανοῦ Ζεὺς Ἥρ δεθείσῃ βοηθοῦντα· ταύτην γὰρ ἐκρέμασε Ζεὺς ἐξ Ὀλύμπου χειμῶνα ἐπιπέμψασαν Ἡρακλεῖ, ὅτε Τροίαν ἑλὼν ἔπλει. πεσόντα δ᾽ Ἥφαιστον ἐν Λήμνῳ καὶ πηρωθέντα τὰς βάσεις διέσωσε Θέτις.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 3, 5)

Α 3,5 Διὸς: Genιtivo de Ζεύς. δεθείσῃ: Participio de aoristo pasivo femenino de δέω1. ἐκρέμασε: Aoristo del verbo κρεμάννυμι. ἐπιπέμψασαν: Participio de aoristo de ἐπιπέμπω. ἑλὼν: Participio de aoristo de αἱρέω: “tomar, conquistar”. πεσόντα: Participio de aoristo de πίπτω. πηρωθέντα: Participio pasivo de πηρόω. βάσεις. βάσις –εως, ἡ: “pie”. διέσωσε: Aoristo de διασῳζω.


Rapto de Perséfone por su tío Plutón


ππολδωρος Βιβλιοθκη (A, 5, 1) APOLODORO, BIBLIOTECA (I, 5, 1)

[Α 5,1] Πλούτων δὲ Περσεφόνης ἐρασθεὶς Διὸς συνεργοῦντος ἥρπασεν αὐτὴν κρύφα. Δημήτηρ δὲ μετὰ λαμπάδων νυκτός τε καὶ ἡμέρας κατὰ πᾶσαν τὴν γῆν ζητοῦσα περιῄει· μαθοῦσα δὲ παρ᾽ Ἑρμιονέων ὅτι Πλούτων αὐτὴν ἥρπασεν, ὀργιζομένη θεοῖς κατέλιπεν οὐρανόν, εἰκασθεῖσα δὲ γυναικὶ ἧκεν εἰς Ἐλευσῖνα. καὶ πρῶτον μὲν ἐπὶ τὴν ἀπ᾽ ἐκείνης κληθεῖσαν Ἀγέλαστον ἐκάθισε πέτραν παρὰ τὸ Καλλίχορον φρέαρ καλούμενον, ἔπειτα πρὸς Κελεὸν ἐλθοῦσα τὸν βασιλεύοντα τότε Ἐλευσινίων, ἔνδον οὐσῶν γυναικῶν, καὶ λεγουσῶν τούτων παρ᾽ αὑτὰς καθέζεσθαι, γραῖά τις Ἰάμβη σκώψασα τὴν θεὸν ἐποίησε μειδιᾶσαι.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 5, 1)

Α 5, 1 ἐρασθεὶς: verbo ἐράω. περιῄει: Imperfecto de indicativo del v. περίειμι=περιέρχομαι. κατέλιπεν: v. καταλείπω. εἰκασθεῖσα: Participio de aoristo pasivo del v. εἴκαζω. κληθεῖσαν: Participio de aoristo pasivo del v. καλέω. Ἀγέλαστον: ἀγέλαστος, ον. Agelasto. Literalmente “que no rie”. Se refiere a la roca de Eleusis donde se sentó Deméter cuando buscaba a su hija. Καλλίχορον: Calícoro, nombre de un pozo. Literalmente “de bellos coros”. ἐλθοῦσα: Participio de aoristo activo del verbo ἔρχομαι. Ἐλευσινίων: Ἐλευσίνιος, α, ον:

Ártemis y Apolo


ππολδωρος Βιβλιοθκη (A, 4, 1) APOLODORO, BIBLIOTECA (I, 4, 1)

[Α 4,1] … Ἄρτεμις μὲν οὖν τὰ περὶ θήραν ἀσκήσασα παρθένος ἔμεινεν, Ἀπόλλων δὲ τὴν μαντικὴν μαθὼν παρὰ Πανὸς τοῦ Διὸς καὶ Ὕβρεως ἧκεν εἰς Δελφούς, χρησμῳδούσης τότε Θέμιδος· ὡς δὲ ὁ φρουρῶν τὸ μαντεῖον Πύθων ὄφις ἐκώλυεν αὐτὸν παρελθεῖν ἐπὶ τὸ χάσμα, τοῦτον ἀνελὼν τὸ μαντεῖον παραλαμβάνει.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 4, 1)

Α 4, 1 χρησμῳδούσης: participio absoluto. παρελθεῖν: v. παρέρχομαι. ἀνελὼν: participio de aoristo radical temático activo. v. ἀναιρέω.


Ártemis y Apolo se vengan y matan a los hijos de Níobe


ππολδωρος Βιβλιοθκη (Γ, 5, 6) APOLODORO, BIBLIOTECA (IΙΙ, 5, 6)

    [Γ 5,6] Ἡσίοδος δὲ δέκα μὲν υἱοὺς δέκα δὲ θυγατέρας, Ἡρόδωρος δὲ δύο μὲν ἄρρενας τρεῖς δὲ θηλείας, Ὅμηρος δὲ ἓξ μὲν υἱοὺς ἓξ δὲ θυγατέρας φησὶ γενέσθαι. εὔτεκνος δὲ οὖσα Νιόβη τῆς Λητοῦς εὐτεκνοτέρα εἶπεν ὑπάρχειν· Λητὼ δὲ ἀγανακτήσασα τήν τε Ἄρτεμιν καὶ τὸν Ἀπόλλωνα κατ᾽ αὐτῶν παρώξυνε, καὶ τὰς μὲν θηλείας ἐπὶ τῆς οἰκίας κατετόξευσεν Ἄρτεμις, τοὺς δὲ ἄρρενας κοινῇ πάντας ἐν Κιθαιρῶνι Ἀπόλλων κυνηγετοῦντας ἀπέκτεινεν. ἐσώθη δὲ τῶν μὲν ἀρρένων Ἀμφίων, τῶν δὲ θηλειῶν Χλωρὶς ἡ πρεσβυτέρα, ᾗ Νηλεὺς συνῴκησε. κατὰ δὲ Τελέσιλλαν ἐσώθησαν Ἀμύκλας καὶ Μελίβοια, ἐτοξεύθη δὲ ὑπ᾽ αὐτῶν καὶ Ἀμφίων, αὐτὴ δὲ Νιόβη Θήβας ἀπολιποῦσα πρὸς τὸν πατέρα Τάνταλον ἧκεν εἰς Σίπυλον, κἀκεῖ Διὶ εὐξαμένη τὴν μορφὴν εἰς λίθον μετέβαλε, καὶ χεῖται δάκρυα νύκτωρ καὶ μεθ᾽ ἡμέραν τοῦ λίθου.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Γ, 5, 6)

Γ 5,6 ῾Hρόδωρος: Herodoro geógrafo y mitógrafo de Heraclea (Ponto) siglo VI a. C.; autor de una obra sobre la mitología y el culto de Heracles, que incluía al mismo tiempo una gran variedad de noticias históricas y geográficas. θηλείας: del adjetivo θῆλυς-εια-υ. εὔτεκνος –ον “orgullosa de sus hijos”. ὑπάρχειν: con el sentido de “ser”. ἀγανακτήσασα: Participio aoristo femenino de ἀγανακτέω. παρώξυνε: de παροξύνω. κατετόξευσεν: de κατατοξεύω. ἐσώθη: aoristo pasivo de σῴζω. συνῴκησε: de συνοικέω. ἀπολιποῦσα: de ἀπολείπω. μετέβαλε: de μεταβάλλω.


Αtenea y Poseidón se disputan el dominio del Ática


ππολδωρος Βιβλιοθκη (Γ, 14, 1) APOLODORO, BIBLIOTECA (IΙΙ, 14, 1)

    [Γ 14,1] Κέκροψ αὐτόχθων, συμφυὲς ἔχων σῶμα ἀνδρὸς καὶ δράκοντος, τῆς Ἀττικῆς ἐβασίλευσε πρῶτος, καὶ τὴν γῆν πρότερον λεγομένην Ἀκτὴν ἀφ᾽ ἑαυτοῦ Κεκροπίαν ὠνόμασεν. ἐπὶ τούτου, φασίν, ἔδοξε τοῖς θεοῖς πόλεις καταλαβέσθαι, ἐν αἷς ἔμελλον ἔχειν τιμὰς ἰδίας ἕκαστος. ἧκεν οὖν πρῶτος Ποσειδῶν ἐπὶ τὴν Ἀττικήν, καὶ πλήξας τῇ τριαίνῃ κατὰ μέσην τὴν ἀκρόπολιν ἀπέφηνε θάλασσαν, ἣν νῦν Ἐρεχθηίδα καλοῦσι. μετὰ δὲ τοῦτον ἧκεν Ἀθηνᾶ, καὶ ποιησαμένη τῆς καταλήψεως Κέκροπα μάρτυρα ἐφύτευσεν ἐλαίαν, ἣ νῦν ἐν τῷ Πανδροσείῳ δείκνυται. γενομένης δὲ ἔριδος ἀμφοῖν περὶ τῆς χώρας, διαλύσας Ζεὺς κριτὰς ἔδωκεν, οὐχ ὡς εἶπόν τινες, Κέκροπα καὶ Κραναόν, οὐδὲ Ἐρυσίχθονα, θεοὺς δὲ τοὺς δώδεκα. καὶ τούτων δικαζόντων ἡ χώρα τῆς Ἀθηνᾶς ἐκρίθη, Κέκροπος μαρτυρήσαντος ὅτι πρώτη τὴν ἐλαίαν ἐφύτευσεν. Ἀθηνᾶ μὲν οὖν ἀφ᾽ ἑαυτῆς τὴν πόλιν ἐκάλεσεν Ἀθήνας, Ποσειδῶν δὲ θυμῷ ὀργισθεὶς τὸ Θριάσιον πεδίον ἐπέκλυσε καὶ τὴν Ἀττικὴν ὕφαλον ἐποίησε.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Γ, 14, 1)

Γ 14,1 συμφυης-ες dotado de naturaleza. ἀφ' ἑαυτοῦ < άπὸ ἑαυτοῦ. ὠνόμασεν de ὀνομάζω. καταλαβέσθαι de καταλαμβάνω. πλήξας: nominativo singular masculino del participio de aoristo de πλήσσω. ἀπέφηνε de ἀποφαίνω. Ἐρεχθηίδα adjetivo Ἐρεχθηίδης traducido como “de Erictonio (sobrenombre de Poseidón)”. ἐφύτευσεν de φυτεύω. ἀμφοῖν ver ἄμφω. διαλύσας participio aoristo de διαλύω. ἐκρίθη aoristo indicativo pasivo de κρίνω. ὀργισθεὶς participio aoristo pasivo de ὀργίζω. ἐπέκλυσε aoristo de ἐπικλίζω.


Αquiles

ππολδωρος Βιβλιοθκη (Γ, 13, 6) APOLODORO, BIBLIOTECA (IΙΙ, 13, 6)

    [Γ 13,6] ὡς δὲ ἐγέννησε Θέτις ἐκ Πηλέως βρέφος, ἀθάνατον θέλουσα ποιῆσαι τοῦτο, κρύφα Πηλέως εἰς τὸ πῦρ ἐγκρύβουσα τῆς νυκτὸς ἔφθειρεν ὃ ἦν αὐτῷ θνητὸν πατρῷον, μεθ᾽ ἡμέραν δὲ ἔχριεν ἀμβροσίᾳ. Πηλεὺς δὲ ἐπιτηρήσας καὶ σπαίροντα τὸν παῖδα ἰδὼν ἐπὶ τοῦ πυρὸς ἐβόησε· καὶ Θέτις κωλυθεῖσα τὴν προαίρεσιν τελειῶσαι, νήπιον τὸν παῖδα ἀπολιποῦσα πρὸς Νηρηίδας ᾤχετο. κομίζει δὲ τὸν παῖδα πρὸς Χείρωνα Πηλεύς. ὁ δὲ λαβὼν αὐτὸν ἔτρεφε σπλάγχνοις λεόντων καὶ συῶν ἀγρίων καὶ ἄρκτων μυελοῖς, καὶ ὠνόμασεν Ἀχιλλέα (πρότερον δὲ ἦν ὄνομα αὐτῷ Λιγύρων) ὅτι τὰ χείλη μαστοῖς οὐ προσήνεγκε.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Γ,13, 6)

Γ 13,6 θέλουσα participio femenino de θέλω. ποιῆσαι infinitivo aoristo de ποιέω. ἐγκρύβουσα ἐκρύβδω= ἐγκρύπτω. μεθ' ἡμέραν, μετά con asimilación consonántica y sin valor de adverbio. ἐπιτηρήσας nominativo masculino singular del participio de aoristo activo de ἐπιτηρέω. ᾤχετο de οἴχομαι. Χείρωνα de Χείρων-ονος ὁ, ὠνόμασεν de ὀνομάζω. Ἀχιλλέα de Ἀχιλλεύς-εως ὀ Λιγύρων-ονος ? Ligirón; etimológicamente “de melodioso canto”. ὅτι valor no completivo pues no depende de verbo transitivo. προσήνεγκε, buscar el simple de este verbo compuesto.


Edipo


ππολδωρος Βιβλιοθκη (Γ, 5, 7-8) APOLODORO, BIBLIOTECA (IΙΙ, 5, 7-8)

    [Γ 5,7] … ἀλλ᾽ οὗτος μὲν ἐξέθηκεν εἰς Κιθαιρῶνα, Πολύβου δὲ βουκόλοι, τοῦ Κορινθίων βασιλέως, τὸ βρέφος εὑρόντες πρὸς τὴν αὐτοῦ γυναῖκα Περίβοιαν ἤνεγκαν. ἡ δὲ ἀνελοῦσα ὑποβάλλεται, καὶ θεραπεύσασα τὰ σφυρὰ Οἰδίπουν καλεῖ, τοῦτο θεμένη τὸ ὄνομα διὰ τὸ τοὺς πόδας ἀνοιδῆσαι. τελειωθεὶς δὲ ὁ παῖς, καὶ διαφέρων τῶν ἡλίκων ῥώμῃ, διὰ φθόνον ὠνειδίζετο ὑπόβλητος. ὁ δὲ πυνθανόμενος παρὰ τῆς Περιβοίας μαθεῖν οὐκ ἠδύνατο· ἀφικόμενος δὲ εἰς Δελφοὺς περὶ τῶν ἰδίων ἐπυνθάνετο γονέων. ὁ δὲ θεὸς εἶπεν αὐτῷ εἰς τὴν πατρίδα μὴ πορεύεσθαι· τὸν μὲν γὰρ πατέρα φονεύσειν, τῇ μητρὶ δὲ μιγήσεσθαι. τοῦτο ἀκούσας, καὶ νομίζων ἐξ ὧν ἐλέγετο γεγεννῆσθαι, Κόρινθον μὲν ἀπέλιπεν, ἐφ᾽ ἅρματος δὲ διὰ τῆς Φωκίδος φερόμενος συντυγχάνει κατά τινα στενὴν ὁδὸν ἐφ᾽ ἅρματος ὀχουμένῳ Λαΐῳ. καὶ Πολυφόντου (κῆρυξ δὲ οὗτος ἦν Λαΐου) κελεύοντος ἐκχωρεῖν καὶ δι᾽ ἀπείθειαν καὶ ἀναβολὴν κτείναντος τῶν ἵππων τὸν ἕτερον, ἀγανακτήσας Οἰδίπους καὶ Πολυφόντην καὶ Λάιον ἀπέκτεινε, καὶ παρεγένετο εἰς Θήβας.
[Γ 5,8] Λάιον μὲν οὖν θάπτει βασιλεὺς Πλαταιέων Δαμασίστρατος, τὴν δὲ βασιλείαν Κρέων ὁ Μενοικέως παραλαμβάνει. τούτου δὲ βασιλεύοντος οὐ μικρὰ συμφορὰ κατέσχε Θήβας. ἔπεμψε γὰρ Ἥρα Σφίγγα, ἣ μητρὸς μὲν Ἐχίδνης ἦν πατρὸς δὲ Τυφῶνος, εἶχε δὲ πρόσωπον μὲν γυναικός, στῆθος δὲ καὶ βάσιν καὶ οὐρὰν λέοντος καὶ πτέρυγας ὄρνιθος. μαθοῦσα δὲ αἴνιγμα παρὰ μουσῶν ἐπὶ τὸ Φίκιον ὄρος ἐκαθέζετο, καὶ τοῦτο προύτεινε Θηβαίοις. ἦν δὲ τὸ αἴνιγμα· τί ἐστιν ὃ μίαν ἔχον φωνὴν τετράπουν καὶ δίπουν καὶ τρίπουν γίνεται; χρησμοῦ δὲ Θηβαίοις ὑπάρχοντος τηνικαῦτα ἀπαλλαγήσεσθαι τῆς Σφιγγὸς ἡνίκα ἂν τὸ αἴνιγμα λύσωσι, συνιόντες εἰς ταὐτὸ πολλάκις ἐζήτουν τί τὸ λεγόμενόν ἐστιν, ἐπεὶ δὲ μὴ εὕρισκον, ἁρπάσασα ἕνα κατεβίβρωσκε. πολλῶν δὲ ἀπολομένων, καὶ τὸ τελευταῖον Αἵμονος τοῦ Κρέοντος, κηρύσσει Κρέων τῷ τὸ αἴνιγμα λύσοντι καὶ τὴν βασιλείαν καὶ τὴν Λαΐου δώσειν γυναῖκα. Οἰδίπους δὲ ἀκούσας ἔλυσεν, εἰπὼν τὸ αἴνιγμα τὸ ὑπὸ τῆς Σφιγγὸς λεγόμενον ἄνθρωπον εἶναι· γίνεσθαι τετράπουν βρέφος ὅντα τοῖς τέτταρσιν ὁχούμενον κώλοις, τελειούμενον δὲ δίπουν, γηρῶντα δὲ τρίτην προσλαμβάνειν βάσιν τὸ βάκτρον. ἡ μὲν οὖν Σφὶγξ ἀπὸ τῆς ἀκροπόλεως ἑαυτὴν ἔρριψεν, Οἰδίπους δὲ καὶ τὴν βασιλείαν παρέλαβε καὶ τὴν μητέρα ἔγημεν ἀγνοῶν, καὶ παῖδας ἐτέκνωσεν ἐξ αὐτῆς Πολυνείκη καὶ Ἐτεοκλέα, θυγατέρας δὲ Ἰσμήνην καὶ Ἀντιγόνην.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Γ, 5,7-8)

Γ 5,7 ἐξέθηκεν: Aoristo de ἐκτίθημι; Κορίνθιος, α, ον: de Corinto; corintio; εὑρόντες: participio de aoristo de εὑρίσκω. ἤνεγκαν aoristo de φέρω; ἀνελοῦσα participio de aoristo femenino de ἀναιρέω: “recoger”. θεμένη: participio de aoristo medio de τίθημι. ἀνοιδῆσαι: infinitivo de aoristo de ἀνοιδέω; ελειωθεὶς: participio de aoristo pasivo de τελειόω; διαφέρω: se construye con genitivo: “aventajar”. μαθεῖν: infinitivo de aoristo de μανθάνω; ἠδύνατο: imperfecto de δύναμαι. ἀφικόμενος: participio de aoristo de ἀφικνέομαι; μιγάζομαι: se construye con dativo. γεγεννῆσθαι: infinitivo de perfecto de γεννάω; ἀπέλιπεν: aoristo de ἀπολείπω εφ᾽= ἐπί. κτείναντος: participio de aoristo de κτείνω. ἀγανακτήσας: participio de aoristo de ἀγανακτέω. ἀπέκτεινε: aoristo de ἀποκτείνω; παρεγένετο: aoristo de παραγίγνομαι; Προύτεινε: imperfecto de indicativo activo de προτείνω. ὑπάρχω: con el significado de ser (ὑπάρχω + dat= εἰμί + dat). ἀπαλλαγήσεσθαι: infinitivo de futuro pasivo de ἀπαλλάσσω . ἀπολομένων: participio de aoristo medio de ἀπόλλυμι , participio absoluto. ἔγημεν: aoristo de indicativo de γαμέω.


Orfeo


ππολδωρος Βιβλιοθκη (Α, 3, 2) APOLODORO, BIBLIOTECA (I, 3, 2)

    [Α 3,2] Καλλιόπης μὲν οὖν καὶ Οἰάγρου, κατ᾽ ἐπίκλησιν δὲ Ἀπόλλωνος, Λίνος, ὃν Ἡρακλῆς ἀπέκτεινε, καὶ Ὀρφεὺς ὁ ἀσκήσας κιθαρῳδίαν, ὃς ᾄδων ἐκίνει λίθους τε καὶ δένδρα. ἀποθανούσης δὲ Εὐρυδίκης τῆς γυναικὸς αὐτοῦ, δηχθείσης ὑπὸ ὄφεως, κατῆλθεν εἰς Ἅιδου θέλων ἀνάγειν αὐτήν, καὶ Πλούτωνα ἔπεισεν ἀναπέμψαι. ὁ δὲ ὑπέσχετο τοῦτο ποιήσειν, ἂν μὴ πορευόμενος Ὀρφεὺς ἐπιστραφῇ πρὶν εἰς τὴν οἰκίαν αὑτοῦ παραγενέσθαι· ὁ δὲ ἀπιστῶν ἐπιστραφεὶς ἐθεάσατο τὴν γυναῖκα, ἡ δὲ πάλιν ὑπέστρεψεν. εὗρε δὲ Ὀρφεὺς καὶ τὰ Διονύσου μυστήρια, καὶ τέθαπται περὶ τὴν Πιερίαν διασπασθεὶς ὑπὸ τῶν μαινάδων.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A, 3, 2)

Α 3,2 1. ἀσκήσας: participio de aoristo de ἀσκέω. ἀποθανούσης: participio de aoristo femenino de ἀποθνῄσκω. δηχθείσης: participio de aoristo pasivo de δάκνω. ὄφις -έως, ὁ: serpiente. κατῆλθεν: aoristo de κατέρχομαι. εἰς Ἅιδου: la preposición εἰς  va con el genitivo ιδου, porque se ha elidido "la mansión" que iría en acusativo. ἔπεισεν: aoristo de πείθω. ἀναπέμψαι. infinitivo de aoristo de ἀναπέμπω. ὑπέσχετο: aoristo de ὑπέχω. ἄν conjunción condicional. ἐπιστραφῇ: aoristo de subjuntivo pasivo de ἐπιστρέφω. παραγενέσθαι: infinitivo de aoristo de παραγίγνομαι. ἐπιστραφεὶς: participio de aoristo pasivo de ἐπιστρέφω. ὑπέστρεψεν: aoristo de ὑποστρέφω. εὗρε: aoristo de εὑρίσκω. τέθαπται: perfecto pasivo de θάπτω. διασπασθεὶς: participio de aoristo pasivo de διασπάω: “ser despedazado”. μαινάδων: Las ménades son las mujeres seguidoras del culto a Dioniso. Las primeras ménades han sido las ninfas que han criado al dios Dioniso. Poseídas por éste, que les inspira una locura mística, corren por los campos.

Acrisio manda arrojar a Perseo al mar por temor a un oráculo


ππολδωρος Βιβλιοθκη (Β, 4, 1) APOLODORO, BIBLIOTECA (II, 4, 1)

[Β 4,1] Ἀκρισίῳ δὲ περὶ παίδων γενέσεως ἀρρένων χρηστηριαζομένῳ ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρός, ὃς αὐτὸν ἀποκτενεῖ. δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, ὑπὸ γῆν θάλαμον κατασκευάσας χάλκεον τὴν Δανάην ἐφρούρει. ταύτην μέν, ὡς ἔνιοι λέγουσιν, ἔφθειρε Προῖτος, ὅθεν αὐτοῖς καὶ ἡ στάσις ἐκινήθη· ὡς δὲ ἔνιοί φασι, Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τοὺς Δανάης εἰσρυεὶς κόλπους συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι, τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 4,1)

Β, 4, 1 ἀρρένων: ἁρρενικός, ή, όν: “varón, varonil”. ἀποκτενεῖ: Futuro activo de ἀποκτείνω. ἔφθειρε: v. φθείρω: “seducir”. ἐκινήθη: v. κινέω, aoristo pasivo. χρυσὸν: “Oro”. εἰσρυεὶς: v. εἰσρέω, participio de aoristo pasivo. συνῆλθεν: Aoristo de συνέρχομαι. γεγεννημένον: Participio predicativo con verbo de percepción (αἰσθάνομαι). ἐφθάρθαι: v. φθείρω, infinitivo de perfecto pasivo.


Perseo se enfrenta a las Gorgonas


ππολδωρος Βιβλιοθκη (Β, 4, 2) APOLODORO, BIBLIOTECA (II, 4, 2)

    [Β 4,2] ἦσαν δὲ αὗται Σθενὼ Εὐρυάλη Μέδουσα. μόνη δὲ ἦν θνητὴ Μέδουσα· διὰ τοῦτο ἐπὶ τὴν ταύτης κεφαλὴν Περσεὺς ἐπέμφθη. εἶχον δὲ αἱ Γοργόνες κεφαλὰς μὲν περιεσπειραμένας φολίσι δρακόντων, ὀδόντας δὲ μεγάλους ὡς συῶν, καὶ χεῖρας χαλκᾶς, καὶ πτέρυγας χρυσᾶς, δι᾽ ὧν ἐπέτοντο. τοὺς δὲ ἰδόντας λίθους ἐποίουν. ἐπιστὰς οὖν αὐταῖς ὁ Περσεὺς κοιμωμέναις, κατευθυνούσης τὴν χεῖρα Ἀθηνᾶς, ἀπεστραμμένος καὶ βλέπων εἰς ἀσπίδα χαλκῆν, δι᾽ ἧς τὴν εἰκόνα τῆς Γοργόνος ἔβλεπεν, ἐκαρατόμησεν αὐτήν. ἀποτμηθείσης δὲ τῆς κεφαλῆς, ἐκ τῆς Γοργόνος ἐξέθορε Πήγασος πτηνὸς ἵππος, καὶ Χρυσάωρ ὁ Γηρυόνου πατήρ· [Β 4,3] τούτους δὲ ἐγέννησεν ἐκ Ποσειδῶνος.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 4,2)

Β, 4, 2 ἐπέμφθη: Tercera persona del singular del aoristo pasivo de πέμπω. περιεσπειραμένας v. περισπεράω: “rodear”. φολίσι: φολίς, ιδος: “escama”. ἐπιστὰς: Nominativo singular masculino del participio de aoristo de ἐφίστημι. κατευθυνούσης: v. κατευθύνω: “dirigir”. ἀπεστραμμένος: participio de perfecto medio-pasivo v. ἁποστρέφω. ἐκαρατόμησεν: aoristo del v. καρατομέω: “decapitar”. ἀποτμηθείσης: gen. Participio de aoristo pasivo del verbo ἀποτμήγω= ἀποτέμνω. ἐγέννησεν: Aoristo de indicativo de γεννάω.

Perseo libera a Andrómeda


ππολδωρος Βιβλιοθκη (Β, 4, 3) APOLODORO, BIBLIOTECA (II, 4, 3)

    [Β 4,3] παραγενόμενος δὲ εἰς Αἰθιοπίαν, ἧς ἐβασίλευε Κηφεύς, εὗρε τὴν τούτου θυγατέρα Ἀνδρομέδαν παρακειμένην βορὰν θαλασσίῳ κήτει. Κασσιέπεια γὰρ ἡ Κηφέως γυνὴ Νηρηίσιν ἤρισε περὶ κάλλους, καὶ πασῶν εἶναι κρείσσων ηὔχησεν· ὅθεν αἱ Νηρηίδες ἐμήνισαν, καὶ Ποσειδῶν αὐταῖς συνοργισθεὶς πλήμμυράν τε ἐπὶ τὴν χώραν ἔπεμψε καὶ κῆτος. Ἄμμωνος δὲ χρήσαντος τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς, ἐὰν ἡ Κασσιεπείας θυγάτηρ Ἀνδρομέδα προτεθῇ τῷ κήτει βορά, τοῦτο ἀναγκασθεὶς ὁ Κηφεὺς ὑπὸ τῶν Αἰθιόπων ἔπραξε, καὶ προσέδησε τὴν θυγατέρα πέτρᾳ. ταύτην θεασάμενος ὁ Περσεὺς καὶ ἐρασθεὶς ἀναιρήσειν ὑπέσχετο Κηφεῖ τὸ κῆτος, εἰ μέλλει σωθεῖσαν αὐτὴν αὐτῷ δώσειν γυναῖκα. ἐπὶ τούτοις γενομένων ὅρκων, ὑποστὰς τὸ κῆτος ἔκτεινε καὶ τὴν Ἀνδρομέδαν ἔλυσεν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 4, 3)

Β, 4, 3 ἧς: Genitivo adverbial, regido por verbos de mando o gobierno. ἤρισε: Aoristo activo de ἐρίζω. Νηρηίσιν: Νηρείς-ιδος ἡ Nereida. ηὔχησεν: Aoristo de αὐχέω. ἐμήνισαν: Aoristo de μενίω. Ἄμμωνος: Ἀμμων, ωνος: Amón, un adivino. προτεθῇ: Aoristo pasivo de προτίθημι. ἀναγκασθεὶς: Nominativo masculino del participio de aoristo pasivo de ἀναγκάζω. ἐρασθεὶς: Participio aoristo pasivo de ἐράω. σωθεῖσαν: Participio femenino pasivo de σῴζω. ὑποστὰς: Participio de aoristo del v. ὑφίστημι.

Heracles, en un rapto de locura, mata a sus propios hijos


ππολδωρος Βιβλιοθκη (Β, 4, 12) APOLODORO, BIBLIOTECA (II, 4, 12)

    [Β 4,12] μετὰ δὲ τὴν πρὸς Μινύας μάχην συνέβη αὐτῷ κατὰ ζῆλον Ἥρας μανῆναι, καὶ τούς τε ἰδίους παῖδας, οὓς ἐκ Μεγάρας εἶχεν, εἰς πῦρ ἐμβαλεῖν καὶ τῶν Ἰφικλέους δύο· διὸ καταδικάσας ἑαυτοῦ φυγὴν καθαίρεται μὲν ὑπὸ Θεσπίου, παραγενόμενος δὲ εἰς Δελφοὺς πυνθάνεται τοῦ θεοῦ ποῦ κατοικήσει. ἡ δὲ Πυθία τότε πρῶτον Ἡρακλέα αὐτὸν προσηγόρευσε· τὸ δὲ πρώην Ἀλκείδης προσηγορεύετο. κατοικεῖν δὲ αὐτὸν εἶπεν ἐν Τίρυνθι, Εὐρυσθεῖ λατρεύοντα ἔτη δώδεκα, καὶ τοὺς ἐπιτασσομένους ἄθλους δέκα ἐπιτελεῖν, καὶ οὕτως ἔφη, τῶν ἄθλων συντελεσθέντων, ἀθάνατον αὐτὸν ἔσεσθαι.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 4,12)

Β 4,12 μετὰ: Subraya en el diccionario el valor de preposición de acusativo con sentido temporal, más que de adverbio aunque éste figure normalmente al principio de las preposiciones. συνέβη: Busca primero en el diccionario la forma verbal simple ἔβη. κατὰ: Subraya el valor causal como preposición de acusativo; raro el valor adverbial, aunque es el primero que figura en el diccionario. μανῆναι: Infinitivo aoristo de μαίνω. καταδικάσας: Nominativo singular masculino del participio de aoristo sufijal sigmático de καταδικάζω. παραγενόμενος: Del verbo παραγίγνομαι con el sentido de”presentarse”. πυνθάνεται: Suplemento en genitivo. κατοικήσει: Futuro de κατ-οίκέω. προσηγόρευσε: Aoristo de προσαγορεύω con el sentido de “llamar”. δὲ: Más que copulativa tiene un sentido explicativo. εἶπεν: De este principal dependen las subordinadas sustantivas con infinitivos que siguen: κατοικεῖν, ἐπιτελεῖν, matizados por los participio λατρεύοντα y ἐπιτασσομένους. συντελεσθέντων: Genitivo plural del participio voz pasiva del verbo συντελέω, formando un estructura de genitivo absoluto o no concertado con el sujeto (nominativo) del verbo en forma personal. ἔσεσθαι: Infinitivo de futuro del verbo “ser” con valor final.

 

Segundo trabajo: la hidra de Lerna


ππολδωρος Βιβλιοθκη (Β, 5, 2) APOLODORO, BIBLIOTECA (II, 5, 2)

[Β 5,2] δεύτερον δὲ ἆθλον ἐπέταξεν αὐτῷ τὴν Λερναίαν ὕδραν κτεῖναι· αὕτη δὲ ἐν τῷ τῆς Λέρνης ἕλει ἐκτραφεῖσα ἐξέβαινεν εἰς τὸ πεδίον καὶ τά τε βοσκήματα καὶ τὴν χώραν διέφθειρεν. εἶχε δὲ ἡ ὕδρα ὑπερμέγεθες σῶμα, κεφαλὰς ἔχον ἐννέα, τὰς μὲν ὀκτὼ θνητάς, τὴν δὲ μέσην ἀθάνατον. ἐπιβὰς οὖν ἅρματος, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς τὴν Λέρνην, καὶ τοὺς μὲν ἵππους ἔστησε, τὴν δὲ ὕδραν εὑρὼν ἔν τινι λόφῳ παρὰ τὰς πηγὰς τῆς Ἀμυμώνης, ὅπου ὁ φωλεὸς αὐτῆς ὑπῆρχε, βάλλων βέλεσι πεπυρωμένοις ἠνάγκασεν ἐξελθεῖν, ἐκβαίνουσαν δὲ αὐτὴν κρατήσας κατεῖχεν. ἡ δὲ θατέρῳ τῶν ποδῶν ἐνείχετο περιπλακεῖσα. τῷ ῥοπάλῳ δὲ τὰς κεφαλὰς κόπτων οὐδὲν ἀνύειν ἠδύνατο· μιᾶς γὰρ κοπτομένης κεφαλῆς δύο ἀνεφύοντο. ἐπεβοήθει δὲ καρκίνος τῇ ὕδρᾳ ὑπερμεγέθης, δάκνων τὸν πόδα. διὸ τοῦτον ἀποκτείνας ἐπεκαλέσατο καὶ αὐτὸς βοηθὸν τὸν Ἰόλαον, ὃς μέρος τι καταπρήσας τῆς ἐγγὺς ὕλης τοῖς δαλοῖς ἐπικαίων τὰς ἀνατολὰς τῶν κεφαλῶν ἐκώλυεν ἀνιέναι. καὶ τοῦτον τὸν τρόπον τῶν ἀναφυομένων κεφαλῶν περιγενόμενος, τὴν ἀθάνατον ἀποκόψας κατώρυξε καὶ βαρεῖαν ἐπέθηκε πέτραν, παρὰ τὴν ὁδὸν τὴν φέρουσαν διὰ Λέρνης εἰς Ἐλαιοῦντα τὸ δὲ σῶμα τῆς ὕδρας ἀνασχίσας τῇ χολῇ τοὺς ὀιστοὺς ἔβαψεν. Εὐρυσθεὺς δὲ ἔφη μὴ δεῖν καταριθμῆσαι τοῦτον ἐν τοῖς δέκα τὸν ἆθλον· οὐ γὰρ μόνος ἀλλὰ καὶ μετὰ Ἰολάου τῆς ὕδρας περιεγένετο.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 5,2)

Β 5,2 ἐπέταξεν: ver ἐπιτὰσσω. κτεῖναι: Infinitivo aoristo activo de κτείνω. ἐκτραφεῖσα: Nominativo singular femenino del participio aoristo de έκτρἐφω. ἐξέβαινεν: ver έκβαίνω. διέφθειρεν: ver διαφθείρω. ἐπιβὰς: ver ἐπιβαίνω: παρεγένετο: ver παραγίγνομαι. ὑπῆρχε: ver ὑπάρχω. βέλεσι: ver βέλος-ους τό. πεπυρωμένοις: Dativo plural del participio de perfecto del verbo πυρόω. ἐξελθεῖν: Busca el verbo simple primero y luego su compuesto. κρατήσας: Nominativo masculino del participio de aoristo de κρατέω. ποδῶν: ver πούς ποδος ὁ. περιπλακεῖσα: Nominativo singular femenino del participio de aoristo de περιπλέκω. μιᾶς: Numeral εἷς μῖα ἕν (nominativo). καταπρήσας: Nominativo singular masculino del participio aoristo activo de καταπίμπρημι. περιγενόμενος: ver περιγίγνομαι. ἀποκόψας: Nominativo singular masculino del participio de aoristo de ἀποκόπτω. κατώρυξε: ver κατορύσσω. ἐπέθηκε: ver ἐπιτίθημι. φέρουσαν: Participio femenino de φέρω. ἀνασχίσας: ver ἀνασχίζω. ἔβαψεν: ver βάπτω. περιεγένετο: ver περιγίγνομαι.


Tercer trabajo: la cierva de Cerinia


ππολδωρος Βιβλιοθκη (Β, 5, 3) APOLODORO, BIBLIOTECA (II, 5, 3)

    [Β 5,3] τρίτον ἆθλον ἐπέταξεν αὐτῷ τὴν Κερυνῖτιν ἔλαφον εἰς Μυκήνας ἔμπνουν ἐνεγκεῖν. ἦν δὲ ἡ ἔλαφος ἐν Οἰνόῃ, χρυσόκερως, Ἀρτέμιδος ἱερά· διὸ καὶ βουλόμενος αὐτὴν Ἡρακλῆς μήτε ἀνελεῖν μήτε τρῶσαι, συνεδίωξεν ὅλον ἐνιαυτόν. ἐπεὶ δὲ κάμνον τὸ θηρίον τῇ διώξει συνέφυγεν εἰς ὄρος τὸ λεγόμενον Ἀρτεμίσιον, κἀκεῖθεν ἐπὶ ποταμὸν Λάδωνα, τοῦτον διαβαίνειν μέλλουσαν τοξεύσας συνέλαβε, καὶ θέμενος ἐπὶ τῶν ὤμων διὰ τῆς Ἀρκαδίας ἠπείγετο. μετ᾽ Ἀπόλλωνος δὲ Ἄρτεμις συντυχοῦσα ἀφῃρεῖτο, καὶ τὸ ἱερὸν ζῷον αὐτῆς κτείνοντα κατεμέμφετο. ὁ δὲ ὑποτιμησάμενος τὴν ἀνάγκην, καὶ τὸν αἴτιον εἰπὼν Εὐρυσθέα γεγονέναι, πραΰνας τὴν ὀργὴν τῆς θεοῦ τὸ θηρίον ἐκόμισεν ἔμπνουν εἰς Μυκήνας.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β 5,3)

Β, 5, 3 τρίτον ἆθλον: Predicativo del complemento directo. ἐπέταξεν: Aoristo del verbo ἐπιτάσσω: “ordenar, encargar”. ἔμπνουν: ἔμπνους –ουν: “vivo”. χρυσόκερως: χρυσόκερως –ω: “de cuernos de oro”. ἀνελεῖν: Infinitivo de aoristo de ἀναιρέω. τρῶσαι: Infinitivo de aoristo de τιτρώσκω. συνεδίωξεν: Aoristo de indicativo de συνδιώκω. συνέφυγεν: Aoristo de indicativo de συμφεύγω. κἀκεῖθεν: = καὶ ἐκεῖθεν: “y desde allí”. μέλλουσαν: Participio de presente femenino de μέλλω. συνέλαβε: Aoristo de συλλαμβάνω. θέμενος: Participio de aoristo medio de τίθημι. ἠπείγετο: Imperfecto medio de ἐπείγω. συντυχοῦσα: Participio de presente femenino de συντυγχάνω: “encontrar”. ἀφῃρεῖτο: Imperfecto medio de ἀφαιρέω. κατεμέμφετο: Imperfecto de καταμέμφομαι. ὑποτιμησάμενος: Participio de aoristo medio de ὑποτιμάω: “alegar”. γεγονέναι: Infinitivo de perfecto de γίγνομαι. πραΰνας: Participio de aoristo masculino de πραύνω. ἐκόμισεν: Aoristo de indicativo de κομίζω.

Sexto trabajo de Heracles: las aves del lago Estinfalo



ππολδωρος Βιβλιοθκη (Β, 5, 6) APOLODORO, BIBLIOTECA (II, 5, 6)

    [Β 5,6] ἕκτον ἐπέταξεν ἆθλον αὐτῷ τὰς Στυμφαλίδας ὄρνιθας ἐκδιῶξαι. ἦν δὲ ἐν Στυμφάλῳ πόλει τῆς Ἀρκαδίας Στυμφαλὶς λεγομένη λίμνη, πολλῇ συνηρεφὴς ὕλῃ· εἰς ταύτην ὄρνεις συνέφυγον ἄπλετοι, τὴν ἀπὸ τῶν λύκων ἁρπαγὴν δεδοικυῖαι. ἀμηχανοῦντος οὖν Ἡρακλέους πῶς ἐκ τῆς ὕλης τὰς ὄρνιθας ἐκβάλῃ, χάλκεα κρόταλα δίδωσιν αὐτῷ Ἀθηνᾶ παρὰ Ἡφαίστου λαβοῦσα. ταῦτα κρούων ἐπί τινος ὄρους τῇ λίμνῃ παρακειμένου τὰς ὄρνιθας ἐφόβει· αἱ δὲ τὸν δοῦπον οὐχ ὑπομένουσαι μετὰ δέους ἀνίπταντο, καὶ τοῦτον τὸν τρόπον Ἡρακλῆς ἐτόξευσεν αὐτάς.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (Β, 5,6)

Α 3,5 ἐπέταξεν: Aoristo del verbo ἐπιτάσσω: “ordenar, encargar”. ἕκτον ἆθλον: predicativo del complemento directo. ὄρνιθας: ὄρνις –ιθος, ἡ, ὁ: “ave”. ἐκδιῶξαι: Infinitivo de aoristo de ἐκδιώκω. ὄρνεις: Νominativo plural de ὄρνις –ιθος. δεδοικυῖαι: Participio de perfecto nominativo plural de δείδω. ἐκβάλῃ: Aoristo de subjuntivo de ἐκβάλλω. λαβοῦσα: Participio de aoristo femenino de λαμβάνω. ὑπομένουσαι: Participio de presente femenino de ὑπομένω. ἀνίπταντο: Aoristo de ἀνα-ἵπτημι = ἀναπέτομαι: “echar el vuelo”. τοῦτον τὸν τρόπον: Acusativo adverbial: de esta manera.

Las lemnias (las mujeres de la isla de Lemnos)


ππολδωρος Βιβλιοθκη (A, 9, 17) APOLODORO, BIBLIOTECA (I, 9, 17)

    [
A,9, 17] αἱ Λήμνιαι τὴν Ἀφροδίτην οὐκ ἐτίμων· ἡ δὲ αὐταῖς ἐμβάλλει δυσοσμίαν, καὶ διὰ τοῦτο οἱ γήμαντες αὐτὰς ἐκ τῆς πλησίον Θρᾴκης λαβόντες αἰχμαλωτίδας συνευνάζοντο αὐταῖς. ἀτιμαζόμεναι δὲ αἱ Λήμνιαι τούς τε πατέρας καὶ τοὺς ἄνδρας φονεύουσι· μόνη δὲ ἔσωσεν Ὑψιπύλη τὸν ἑαυτῆς πατέρα κρύψασα Θόαντα. προσσχόντες οὖν τότε γυναικοκρατουμένῃ τῇ Λήμνῳ μίσγονται ταῖς γυναιξίν. Ὑψιπύλη δὲ Ἰάσονι συνευνάζεται.

 


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A,9, 17)

Α 9,17 γήμαντες: participio de aoristo de γαμέω sustantivado. tradúzcase por "marido". μόνη: predicativo. γυναικοκρατουμένῃ: γυναικοκρατέομαι: ser gobernado por mujeres.


Décimo trabajo de Heracles: las vacas de Gerión


ππολδωρος Βιβλιοθκη (B, 5, 10) APOLODORO, BIBLIOTECA (II, 5, 10)

   [B, 5, 10] δέκατον ἐπετάγη ἆθλον τὰς Γηρυόνου βόας ἐξ Ἐρυθείας κομίζειν. Ἐρύθεια δὲ ἦν ... νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. ταύτην κατῴκει Γηρυόνης ... τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα ... . εἶχε δὲ φοινικᾶς βόας, ὧν ἦν βουκόλος Εὐρυτίων, φύλαξ δὲ Ὄρθος ὁ κύων δικέφαλος ... . πορευόμενος οὖν ἐπὶ τὰς Γηρυόνου βόας διὰ τῆς Εὐρώπης, ... Λιβύης ἐπέβαινε, καὶ παρελθὼν Ταρτησσὸν ἔστησε σημεῖα τῆς πορείας ἐπὶ τῶν ὅρων Εὐρώπης καὶ Λιβύης ἀντιστοίχους δύο στήλας. θερόμενος δὲ ὑπὸ Ἡλίου κατὰ τὴν πορείαν, τὸ τόξον ἐπὶ τὸν θεὸν ἐνέτεινεν· ὁ δὲ τὴν ἀνδρείαν αὐτοῦ θαυμάσας χρύσεον ἔδωκε δέπας, ἐν ᾧ τὸν Ὠκεανὸν διεπέρασε. καὶ παραγενόμενος εἰς Ἐρύθειαν ἐν ὄρει Ἄβαντι αὐλίζεται. αἰσθόμενος δὲ ὁ κύων ἐπ' αὐτὸν ὥρμα· ὁ δὲ καὶ τοῦτον τῷ ῥοπάλῳ παίει, καὶ τὸν βουκόλον Εὐρυτίωνα τῷ κυνὶ βοηθοῦντα ἀπέκτεινε. Μενοίτης δὲ ἐκεῖ τὰς Ἅιδου βόας βόσκων Γηρυόνῃ τὸ γεγονὸς ἀπήγγειλεν. ὁ δὲ καταλαβὼν Ἡρακλέα ... τὰς βόας ἀπάγοντα, συστησάμενος μάχην τοξευθεὶς ἀπέθανεν. Ἡρακλῆς δὲ ἐνθέμενος τὰς βόας εἰς τὸ δέπας καὶ διαπλεύσας εἰς Ταρτησσὸν Ἡλίῳ πάλιν ἀπέδωκε τὸ δέπας. ... καὶ τὰς βόας Εὐρυσθεῖ κομίσας δέδωκεν. ὁ δὲ αὐτὰς κατέθυσεν Ἥρᾳ.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολόδωρος Βιβλιοθήκη (Β,5,10)

δέκατον ἆθλον: predicativo del infinitivo sujeto κομίζειν. ἐπετάγη: 3ª de sg. del aoristo pasivo de ἐπιτάσσω.  κατῴκει: de κατοικέω. συμφυὲς: συμφυής, -ής, -ές: unido, combinado. Gerión tenía 6 brazos y 6 piernas, esto es: estaba formado por tres hombres unidos por la cintura.  σημεῖα: Predicativo del complemento directo στήλας. ἀντιστοίχους: ἀντιστοίχος, -ov: simétrico, colocado enfrente.  ὥρμα: de ὁρμάω. γεγονὸς: de γίγνομαι, participio sustantivado. ἀπήγγειλεν: de ἀπαγγέλλω. καταλαβὼν: καταλαβὼν concierta con Gerión mientras que ἀπάγοντα concierta con Heracles. συστησάμενος: Participio de aoristo medio-pasivo de συνίστημι.


Sísifo


ππολδωρος Βιβλιοθκη (A, 9, 3) APOLODORO, BIBLIOTECA (I, 9, 3)

    [I, 9, 3] Σίσυφος δὲ ὁ Αἰόλου κτίσας Ἐφύραν τὴν νῦν λεγομένην Κόρινθον γαμεῖ Μερόπην τὴν Ἄτλαντος. ἐξ αὐτῶν παῖς γίνεται Γλαῦκος, ᾧ παῖς Βελλεροφόντης ἐξ Εὐρυμέδης ἐγεννήθη, ὃς ἔκτεινε τὴν πυρίπνουν Χίμαιραν. κολάζεται δὲ Σίσυφος ἐν Ἅιδου πέτρον ταῖς χερσὶ καὶ τῇ κεφαλῇ κυλίων, καὶ τοῦτον ὑπερβάλλειν θέλων· οὗτος δὲ ὠθούμενος ὑπ᾽ αὐτοῦ ὠθεῖται πάλιν εἰς τοὐπίσω. τίνει δὲ ταύτην τὴν δίκην διὰ τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν· ἁρπάσαντα γὰρ αὐτὴν κρύφα Δία Ἀσωπῷ μηνῦσαι ζητοῦντι λέγεται.
[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος Βιβλιοθκη (A,9, 3)

A,9,3 πυρίπνουν: πυρίπνοος, -ους: que resopla fuego. μηνῦσαι: El sujeto del infinitivo es Sísifo.



Teseo y el Minotauro


ππολδωρος Βιβλιοθκη (A, 8-10) APOLODORO, BIBLIOTECA (I, 8-10)

    [8] ὡς δὲ ἧκεν εἰς Κρήτην, Ἀριάδνη θυγάτηρ Μίνωος ἐρωτικῶς διατεθεῖσα πρὸς αὐτὸν συμπράσσειν ἐπαγγέλλεται, ἐὰν ὁμολογήσῃ γυναῖκα αὐτὴν ἕξειν ἀπαγαγὼν εἰς Ἀθήνας. ὁμολογήσαντος δὲ σὺν ὅρκοις Θησέως δεῖται Δαιδάλου μηνῦσαι τοῦ λαβυρίνθου τὴν ἔξοδον. [9] ὑποθεμένου δὲ ἐκείνου, λίνον εἰσιόντι Θησεῖ δίδωσι· τοῦτο ἐξάψας Θησεὺς τῆς θύρας ἐφελκόμενος εἰσῄει. καταλαβὼν δὲ Μινώταυρον ἐν ἐσχάτῳ μέρει τοῦ λαβυρίνθου παίων πυγμαῖς ἀπέκτεινεν, ἐφελκόμενος δὲ τὸ λίνον πάλιν ἐξῄει. καὶ διὰ νυκτὸς μετὰ Ἀριάδνης καὶ τῶν παίδων εἰς Νάξον ἀφικνεῖται. ἔνθα Διόνυσος ἐρασθεὶς Ἀριάδνης ἥρπασε, καὶ κομίσας εἰς Λῆμνον ἐμίγη... λυπούμενος δὲ Θησεὺς ἐπ᾽ Ἀριάδνῃ καταπλέων ἐπελάθετο πετάσαι τὴν ναῦν λευκοῖς ἱστίοις. Αἰγεὺς δὲ ἀπὸ τῆς ἀκροπόλεως τὴν ναῦν ἰδὼν ἔχουσαν μέλαν ἱστίον, Θησέα νομίσας ἀπολωλέναι ῥίψας ἑαυτὸν μετήλλαξε.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος πιτομ (A, 8-10)

διατεθεῖσα: participio de aoristo pasivo, nominativo singular femenino de διατίθημι . ὑποθεμένου: participio de aoristo medio, genitivo singular masculino de ὑποτίθημι. πετάσαι: infinitivo de aoristo activo de πετάννυμι. ἐχοῦσαν: participio predicativo con verbos de percepción ( ἰδών ). ἀπολωλέναι: infinitivo de perfecto activo de ἀπόλλυμι.

Odiseo y las Sirenas


ππολδωρος πιτομ (VII, 18-19) APOLODORO, EPITOME (VII, 18-19)

    …καὶ τὴν νῆσον παρέπλει τῶν Σειρήνων. αἱ δὲ Σειρῆνες ἦσαν Ἀχελῴου καὶ Μελπομένης μιᾶς τῶν Μουσῶν θυγατέρες, Πεισινόη Ἀγλαόπη Θελξιέπεια. τούτων ἡ μὲν ἐκιθάριζεν, ἡ δὲ ᾖδεν, ἡ δὲ ηὔλει, καὶ διὰ τούτων ἔπειθον καταμένειν τοὺς παραπλέοντας. [19] εἶχον δὲ ἀπὸ τῶν μηρῶν ὀρνίθων μορφάς. ταύτας παραπλέων Ὀδυσσεύς, τῆς ᾠδῆς βουλόμενος ὑπακοῦσαι, Κίρκης ὑποθεμένης τῶν μὲν ἑταίρων τὰ ὦτα ἔβυσε κηρῷ, ἑαυτὸν δὲ ἐκέλευσε προσδεθῆναι τῷ ἱστῷ. πειθόμενος δὲ ὑπὸ τῶν Σειρήνων καταμένειν ἠξίου λυθῆναι, οἱ δὲ μᾶλλον αὐτὸν ἐδέσμευον, καὶ οὕτω παρέπλει.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος πιτομ (VII, 18-19)

Παρέπλει: imperfecto de indicativo activo de παραπλέω . διὰ τούτων : “ por medio de estas habilidades”. ὑπακούω: rige genitivo. ὑποθεμένης: participio de aoristo medio de ὑποτίθημι , participio absoluto. προσδεθῆναι: infinitivo de aoristo pasivo de προσδέω .

El rapto de Europa

ππολδωρος Βιβλιοθκη (III, 1, 1-2) APOLODORO, BIBLIOTECA (III, 1, 1-2)

    …Ἀγήνωρ δὲ παραγενόμενος εἰς τὴν Φοινίκην γαμεῖ Τηλέφασσαν καὶ τεκνοῖ θυγατέρα μὲν Εὐρώπην, παῖδας δὲ Κάδμον καὶ Φοίνικα καὶ Κίλικα. τινὲς δὲ Εὐρώπην οὐκ Ἀγήνορος ἀλλὰ Φοίνικος λέγουσι. ταύτης Ζεὺς ἐρασθείς, †ῥόδου ἀποπλέων, ταῦρος χειροήθης γενόμενος, ἐπιβιβασθεῖσαν διὰ τῆς θαλάσσης ἐκόμισεν εἰς Κρήτην. ἡ δέ, ἐκεῖ συνευνασθέντος αὐτῇ Διός, ἐγέννησε Μίνωα Σαρπηδόνα Ῥαδάμανθυν. καθ᾽ Ὅμηρον δὲ Σαρπηδὼν ἐκ Διὸς καὶ Λαοδαμείας τῆς Βελλεροφόντου. ἀφανοῦς δὲ Εὐρώπης γενομένης ὁ πατὴρ αὐτῆς Ἀγήνωρ ἐπὶ ζήτησιν ἐξέπεμψε τοὺς παῖδας, εἰπὼν μὴ πρότερον ἀναστρέφειν πρὶν ἂν ἐξεύρωσιν Εὐρώπην. συνεξῆλθε δὲ ἐπὶ τὴν ζήτησιν αὐτῆς Τηλέφασσα ἡ μήτηρ καὶ Θάσος ὁ Ποσειδῶνος, ὡς δὲ Φερεκύδης φησὶ Κίλικος. ὡς δὲ πᾶσαν ποιούμενοι ζήτησιν εὑρεῖν ἦσαν Εὐρώπην ἀδύνατοι, τὴν εἰς οἶκον ἀνακομιδὴν ἀπογνόντες ἄλλος ἀλλαχοῦ κατῴκησαν, Φοῖνιξ μὲν ἐν Φοινίκῃ, Κίλιξ δὲ Φοινίκης πλησίον, καὶ πᾶσαν τὴν ὑφ᾽ ἑαυτοῦ κειμένην χώραν ποταμῷ σύνεγγυς Πυράμῳ Κιλικίαν ἐκάλεσε: Κάδμος δὲ καὶ Τηλέφασσα ἐν Θρᾴκῃ κατῴκησαν. ὁμοίως δὲ καὶ Θάσος ἐν Θρᾴκῃ κτίσας πόλιν Θάσον κατῴκησεν. [2] Εὐρώπην δὲ γήμας Ἀστέριος ὁ Κρητῶν δυνάστης τοὺς ἐκ ταύτης παῖδας ἔτρεφεν…


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ππολδωρος ΒιβλιοΘκη ( III, 1, 1-2)

ἐρασθείς : participio de aoristo pasivo de ἐραω. ἐπιβιβασθεῖσαν : participio de aoristo pasivo, acusativo singular femenino de ἐπιβιβάζω. Συνευνασθέντος : participio de aoristo pasivo de συνευναζόμαι, participio absoluto. ἀφανοῦς : genitivo singular de ἀφανής. ἐξεύρωσιν : subjuntivo de aoristo activo de ἐξευρίσκω. συνεξῆλθε : aoristo de indicativo activo de συνεξέρχομαι . ἀπογνόντες : participio de aoristo de ἀπογιγνώσκω. γήμας : participio de aoristo de γαμέω.


DIODORO: BIBLIOTECA


Faetonte


Διόδωρος Βιβλιοθκη (V, 23, 2) DIODORO, BIBLIOTECA (V, 23, 2)

    Πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν παραχωρῆσαι τοῦ τεθρίππου· συγχωρηθέντος δ´ αὐτῷ τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δ´ ἵππους καταφρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆναι τοῦ συνήθους δρόμου, καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον κύκλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας οὐκ ὀλίγην κατακάειν χώραν. Διὸ καὶ τοῦ Διὸς ἀγανακτήσαντος ἐπὶ τοῖς γεγενημένοις , κεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποκαταστῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν συνήθη πορείαν. Τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ, τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου, θρηνῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλοτιμότατα, διὰ δὲ τὴν ὑπερβολὴν τῆς λύπης {ὑπὸ τῆς φύσεως} μετασχηματισθῆναι τὴν φύσιν, γενομένας αἰγείρους.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Διόδωρος Βιβλιοθκη (V 23, 2 )

V 23, 2 φασὶ: Este verbo clásico para las oraciones llamadas completivas dependiendo de “verbus dicenci”, es el que rige todos los infinitivos del texto; por tanto debe estar implícito en cada secuencia sintáctica completiva. πεῖσαι: ver πείθω. συγχωρηθέντος: Infinitivo aoristo pasivo con la marca de pasivo -θη- para futuro y aoristo. ἐλαύνοντα: Participio concertando con Φαέθοντα, el acusativo sujeto del infinitivo δύνασθαι. ἐξενεχθῆναι: Infinitivo aoristo pasivo de ἐκφέρω; para entender esta forma, busca el simple. πλανωμένους: Contracto. ἐκπυρῶσαι: Infinitivo aoristo de verbo contracto. ἐπιφλέξαντας: ver ἐπιφλέγω, atención al cambio fonético de este aoristo. κατακάειν: Infinitivo de κατακαίω. ἀγανακτήσαντος: Participio de aoristo de ἀγανακτέω. γεγενημένοις: Participio de perfecto (con reduplicación) de γίγνομαι. ἀποκαταστῆσαι: Infinitivo de aoristo de καθίστημι. πεσόντος: ver πίπτω. θρηνῆσαι: Infinitivo aoristo de θρηνέω. μετασχηματισθῆναι: Infinitivo aoristo pasivo de μετασχεματίζω.


Eneas


Διόδωρος Βιβλιοθκη (VII, 4, 1-2) DIODORO, BIBLIOTECA (VII, 4, 1-2)

    Ὅτι τῆς Τροίας ἁλούσης Αἰνείας μετά τινων καταλαβόμενος μέρος τῆς πόλεως τοὺς ἐπιόντας ἠμύνετο. τῶν δὲ Ἑλλήνων ὑποσπόνδους τούτους ἀφέντων, καὶ συγχωρησάντων ἑκάστῳ λαβεῖν ὅσα δύναιτο τῶν ἰδίων, οἱ μὲν ἄλλοι πάντες ἄργυρον ἢ χρυσὸν ἤ τινα τῆς ἄλλης πολυτελείας ἔλαβον, Αἰνείας δὲ τὸν πατέρα γεγηρακότα τελέως ἀράμενος ἐπὶ τοὺς ὤμους ἐξήνεγκεν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Διόδωρος, Βιβλιοθήκη (VII 4, 1-2)

ἁλούσης: de ἁλίσκομαι. Nótese el genitivo absoluto. ἐπιόντας: de ἔπειμι 2. ἀφέντων: participio de aoristo activo de ἀφίημι. Nótese el genitivo absoluto. ἄργυρον: ἄργυρος, -ου, m: plata. γεγηρακότα: participio de perfecto activo de γηράσκω. ἀράμενος: participio de aoristo medio-pasivo de αἴρω. ἐξήνεγκεν: aoristo de ἐκφέρω.



ISÓCRATES: ELENA


El juicio de Paris


Ισοκράτης λνη (41, 43) ISÓCRATES, HELENA (41, 43)

    γενομένης ἐν θεοῖς περὶ κάλλους ἔριδος ἧς Ἀλέξανδρος ὁ Πριάμου κατέστη κριτὴς, καὶ διδούσης Ἥρας μὲν ἁπάσης αὐτῷ τῆς Ἀσίας βασιλεύειν, Ἀθηνᾶς δὲ κρατεῖν ἐν τοῖς πολέμοις, Ἀφροδίτης δὲ τὸν γάμον τὸνἙλένης, τῶν μὲν σωμάτων οὐ δυνηθεὶς λαβεῖν διάγνωσιν ἀλλ' ἡττηθεὶς τῆς τῶν θεῶν ὄψεως, τῶν δὲ δωρεῶν ἀναγκασθεὶς γενέσθαι κριτὴς, εἵλετο τὴν οἰκειότητα τὴνἙλένης ἀντὶ τῶν ἄλλων ἁπάντων, οὐ πρὸς τὰ ἡδονὰς ἀποβλέψας , –καίτοι καὶ τοῦτο τοῖς εὖ φρονοῦσιν πολλῶν αἱρετώτερόν ἐστιν, ἀλλ' ὅμως οὐκ ἐπὶ τοῦθ' ὥρμησεν– ἀλλ' ἐπεθύμησεν Διὸς γενέσθαι κηδεστὴς, νομίζων πολὺ μείζω καὶ καλλίω ταύτην εἶναι τὴν τιμὴν ἢ τὴν τῆς Ἀσίας βασιλείαν, καὶ μεγάλας μὲν ἀρχὰς καὶ δυναστείας καὶ φαύλοις ἀνθρώποις ποτὲ παραγίγνεσθαι , τοιαύτης δὲ γυναικὸς οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθήσεσθαι.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Ισοκράτης λνη (41-43)

 Ἑλένη (41-43) γενομένης: de γίγομαι. κάλλους: Genitivo tema en silbante. ἔριδος: Nominativo ἔρις. διδούσης: Con este participio en genitivo se inician los tres ofrecimientos, de las tres diosas en discordia, a Paris, o Alejandro, para comprar su voluntad; de ahí la posibilidad de traducirlos como oraciones subordinadas adverbiales (cuyo valor realmente tienen). δυνηθεὶς: Participio aoristo pasivo de δύναμαι. ἡττηθεὶς: Participio aoristo pasivo de ἠσσάομαι y complemento agente en genitivo. ἀναγκασθεὶς: Participio aoristo pasivo de ἀναγκάζω y complemento agente en genitivo. γενέσθαι: Ver nota 1. εἵλετο: Ver εἷλον. ἀποβλέψας: Nominativo singular masculino del participio aoristo sufijal atemático del compuesto ἀποβλέπω. ἐπεθύμησεν: de ἐπιθυμέω. γενέσθαι: Ver nota 1. μείζω: Neutros?. παραγίγνεσθαι: Ver nota 1, con preposición. ἀξιωθήσεσθαι: Observar la marca de futuro pasivo en este infinitivo.


LUCIANO


Hermes y Maya


Λουκιανς, Θεν διλογοι (4, 1)
LUCIANO, DIÁLOGO DE LOS DIOSES (4, 1)

    IV. HERMES Y MAYA
1 ΕΡΜΗΣ Ἔστι γάρ τις͵ ὦ μῆτερ͵ ἐν οὐρανῷ θεὸς ἀθλιώτερος ἐμοῦ;
ΜΑΙΑ Μὴ λέγε͵ ὦ Ἑρμῆ͵ τοιοῦτον μηδέν.
ΕΡΜΗΣ Τί μὴ λέγω͵ ὃς τοσαῦτα πράγματα ἔχω μόνος κάμνων καὶ πρὸς τοσαύτας ὑπηρεσίας διασπώμενος; ἕωθεν μὲν γὰρ ἐξαναστάντα σαίρειν τὸ συμπόσιον δεῖ καὶ διαστρώσαντα τὴν κλισίαν εὐθετίσαντά τε ἕκαστα παρεστάναι τῷ Διὶ καὶ διαφέρειν τὰς ἀγγελίας τὰς παρ΄ αὐτοῦ ἄνω καὶ κάτω ἡμεροδρομοῦντα͵ καὶ ἐπανελθόντα ἔτι κεκονιμένον παρατιθέναι τὴν ἀμβροσίαν· πρὶν δὲ τὸν νεώνητον τοῦτον οἰνοχόον ἥκειν͵ καὶ τὸ νέκταρ ἐγὼ ἐνέχεον. τὸ δὲ πάντων δεινότατον͵ ὅτι μηδὲ νυκτὸς καθεύδω μόνος τῶν ἄλλων͵ ἀλλὰ δεῖ με καὶ τότε τῷ Πλούτωνι ψυχαγωγεῖν καὶ νεκροπομπὸν εἶναι καὶ παρεστάναι τῷ δικαστηρίῳ· οὐ γὰρ ἱκανά μοι τὰ τῆς ἡμέρας ἔργα͵ ἐν παλαίστραις εἶναι καὶ ταῖς ἐκκλησίαις κηρύττειν καὶ ῥήτορας ἐκδιδάσκειν͵ ἀλλ΄ ἔτι καὶ νεκρικὰ συνδιαπράττειν μεμερισμένον. 2 καίτοι τὰ μὲν τῆς Λήδας τέκνα παρ΄ ἡμέραν ἑκάτερος ἐν οὐρανῷ ἢ ἐν ᾅδου εἰσίν͵ ἐμοὶ δὲ καθ΄ ἑκάστην ἡμέραν κἀκεῖνα καὶ ταῦτα ποιεῖν ἀναγκαῖον͵ καὶ οἱ μὲν Ἀλκμήνης καὶ Σεμέλης ἐκ γυναικῶν δυστήνων γενόμενοι εὐωχοῦνται ἀφρόντιδες͵ ὁ δὲ Μαίας τῆς Ἀτλαντίδος διακονοῦμαι αὐτοῖς. καὶ νῦν ἄρτι ἥκοντά με ἀπὸ Σιδῶνος παρὰ τῆς Κάδμου θυγατρός͵ ἐφ΄ ἣν πέπομφέ με ὀψόμενον ὅ τι πράττει ἡ παῖς͵ μηδὲ ἀναπνεύσαντα πέπομφεν αὖθις εἰς τὸ Ἄργος ἐπισκεψόμενον τὴν Δανάην͵ εἶτ΄ ἐκεῖθεν εἰς Βοιωτίαν͵ φησίν͵ ἐλθὼν ἐν παρόδῳ τὴν Ἀντιόπην ἰδέ. καὶ ὅλως ἀπηγόρευκα ἤδη. εἰ γοῦν δυνατὸν ἦν͵ ἡδέως ἂν ἠξίωσα πεπρᾶσθαι͵ ὥσπερ οἱ ἐν γῇ κακῶς δουλεύοντες.
ΜΑΙΑ Ἔα ταῦτα͵ ὦ τέκνον· χρὴ γὰρ πάντα ὑπηρετεῖν τῷ πατρὶ νεανίαν ὄντα. καὶ νῦν ὥσπερ ἐπέμφθης σόβει εἰς Ἄργος͵ εἶτα εἰς τὴν Βοιωτίαν͵ μὴ καὶ πληγὰς βραδύνων λάβῃς· ὀξύχολοι γὰρ οἱ ἐρῶντες.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λουκιανς, Θεν διλογοι (4, 1)

DDeor. 4, 1 ἀθλιώτερος; adejtivo en grado comparativo de ἄθλιος-α-ον. λέγε; imperativo de λέγω. διασπώμενος; participio del contracto διασπάω. ἐξαναστάντα; participio de ἐξανίτημι. διαστρώσαντα; participio de aoristo activo de διαστρώννυμι. εὐθετίσαντά; participio activo de εὐθετίζω. παρεστάναι; infinitivo de παρίτημι. ἐπανελθόντα; participio de ἐπανέρχομαι. κεκονιμένον; participio de perfecto medio de κονίω. ἐνέχεον; imperfecto de ἐγχέω. δεινότατον: superlativo de δεινός-ή-όν. μεμερισμένον; participio de perfecto medio de μερίζω. ἐφ' ἣν = ἐπί ἥν. ὀψόμενον; participio de futuro de ὁράω con valor final. ἀναπνεύσαντα; participio aoristo activo de ἀναπνεύω. ἐπισκεψόμενον; participio de futuro con valor final de ἐπισκέπτω. ἰδέ; imperativo de ὁράω. ἀπηγόρευκα; perfecto de ἀπαγορεύω. ἂν ἠξίωσα; aoristo de αξίοω con valor de deseo imposible, dado por la partícula ἂν. Ἔα; imperativo de ἐάω. ὥσπερ ἐπέμφθης aoristo pasivo de πέμπω con valor causal con la conjunción que le precede. σόβει; imperativo de σοβέω. λάβῃς; subjuntivo aoristo de λαμβάνω con sentido de temor por la negación μὴ que le precede.



Atribuciones de Hermes



Λουκιανς, Θεν διλογοι (7, 1)
LUCIANO, DIÁLOGO DE LOS DIOSES (7, 1)

    XI. HEFESTO Y APOLO
ΗΦΑΙΣΤΟΣ Ἑώρακας͵ ὦ Ἄπολλον͵ τὸ τῆς Μαίας βρέφος τὸ ἄρτι τεχθέν͵ ὡς καλόν τέ ἐστι καὶ προσγελᾷ πᾶσι καὶ δηλοῖ ἤδη μέγα τι ἀγαθὸν ἀποβησόμενον;
ΑΠΟΛΛΩΝ Ἐκεῖνο τὸ βρέφος͵ ὦ ῞Ηφαιστε͵ ἦ μέγα ἀγαθόν͵ ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
ΗΦΑΙΣΤΟΣ Καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
ΑΠΟΛΛΩΝ Ἐρώτα τὸν Ποσειδῶνα͵ οὗ τὴν τρίαιναν ἔκλεψεν͵ ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος͵ ἵνα μὴ ἐμαυτὸν λέγω͵ ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
ΗΦΑΙΣΤΟΣ 2 Τὸ νεογνὸν ταῦτα͵ ὃ μόλις ἕστηκε͵ τὸ ἐν τοῖς σπαργάνοις;
ΑΠΟΛΛΩΝ Εἴσῃ͵ ὦ ῞Ηφαιστε͵ ἤν σοι προσέλθῃ μόνον.
ΗΦΑΙΣΤΟΣ Καὶ μὴν προσῆλθεν ἤδη.
ΑΠΟΛΛΩΝ Τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
ΗΦΑΙΣΤΟΣ Πάντα͵ ὦ Ἄπολλον.
ΑΠΟΛΛΩΝ Ὅμως ἐπίσκεψαι ἀκριβῶς.
ΗΦΑΙΣΤΟΣ Μὰ Δία͵ τὴν πυράγραν οὐχ ὁρῶ.
ΑΠΟΛΛΩΝ Ἀλλ΄ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοῦ βρέφους.
ΗΦΑΙΣΤΟΣ Οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκμελετήσας τὴν κλεπτικήν;
ΑΠΟΛΛΩΝ 3 Οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδ΄ ὅπως ὑφελὼν τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ͵ τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε͵ κἀκεῖνον ἂν ὑφείλετο.
ΗΦΑΙΣΤΟΣ Ὑπέρδριμύν τινα τὸν παῖδα φῄς.
ΑΠΟΛΛΩΝ Οὐ μόνον͵ ἀλλ΄ ἤδη καὶ μουσικόν.
ΗΦΑΙΣΤΟΣ Τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;
ΑΠΟΛΛΩΝ 4 Χελώνην που νεκρὰν εὑρὼν ὄργανον ἀπ΄ αὐτῆς συνεπήξατο· πήχεις γὰρ ἐναρμόσας καὶ ζυγώσας͵ ἔπειτα κολλάβους ἐμπήξας καὶ μαγάδιον ὑποθεὶς καὶ ἐντεινάμενος ἑπτὰ χορδὰς μελῳδεῖ πάνυ γλαφυρόν͵ ὦ ῞Ηφαιστε͵ καὶ ἐναρμόνιον͵ ὡς κἀμὲ αὐτῷ φθονεῖν πάλαι κιθαρίζειν ἀσκοῦντα. ἔλεγε δὲ ἡ Μαῖα͵ ὡς μηδὲ μένοι τὰς νύκτας ἐν τῷ οὐρανῷ͵ ἀλλ΄ ὑπὸ περιεργίας ἄχρι τοῦ ᾅδου κατίοι͵ κλέψων τι κἀκεῖθεν δηλαδή. ὑπόπτερος δ΄ ἐστὶ καὶ ῥάβδον τινὰ πεποίηται θαυμασίαν τὴν δύναμιν͵ ᾗ ψυχαγωγεῖ καὶ κατάγει τοὺς νεκρούς.
ΗΦΑΙΣΤΟΣ Ἐγὼ ἐκείνην ἔδωκα αὐτῷ παίγνιον εἶναι.
ΑΠΟΛΛΩΝ Τοιγαροῦν ἀπέδωκέ σοι τὸν μισθόν͵ τὴν πυράγραν
ΗΦΑΙΣΤΟΣ Εὖ γε ὑπέμνησας· ὥστε βαδιοῦμαι ἀποληψόμενος αὐτήν͵ εἴ που ὡς φῂς εὑρεθείη ἐν τοῖς σπαργάνοις.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λουκιανς, Θεν διλογοι (7, 1)

DDeor. 11, 1 ἑώρακας: perfecto activo de ὁράω. τεχθέν: participio de aoristo pasivo de τίκτω. ἀποβησόμενον: participio de futuro de ἀποβάινω. δύναιτο: optativo de δύναμαι. Ἄρη: acusativo de Ἄρης, Ἀρέος, ὁ: Ares. ἐξείλκυσε: aoristo de ἐξελκύω. ἀφώπλισε: aoristo de ἀφοπλίζω. εἴσῃ: 2ª persona del singular del futuro de οἴδα. ἤν: conjunción condicional. προσέλθῃ: subjuntivo de προσέρχομαι. ἀπόλωλεν: perfecto de ἀπόλλυμι. ἐπίσκεψαι: 2ª persona del singular del imperativo de aoristo de ἐπισκέπτομαι. Μὰ Δία, de Ζεύς, Διός, ὁ: Zeus, “por Zeus”. ὄψει: 2ª del singular del futuro de indicativo medio de ὁράω. ἐκμελετήσας: participio de aoristo de ἐκμελετάω. προκαλεσάμενος: participio de aoristo medio de προκαλέω. Ἔρωτα de Ἔρως, Ἔρωτος, ὁ: Eros (dios del amor). κατεπάλαισεν: aoristo de καταπαλαίω. τὼ πόδε: acusativo del dual. ἐπαινούμενος: participio medio-pasivo de ἐπαινέω. ἔκλεψε: aoristo de κλέπτω. προσπτυξαμένης: participio de aoristo de προσπτύσσω. κἀκεῖνον = καὶ ἐκεῖνον. Ὑπέρδριμύν de ὑπερδριμύς, -εῖα, -ύ: “temible”. τεκμαίρεσθαι: infinitivo de presente medio de τεκμαίρω. εὑρὼν: participio de aoristo de εὑρίσκω. ἀπ' = ἀπό. συνεπήξατο: aoristo de indicativo de συμπήγνυμι. πήχεις: acusativo plural de πῆχυς -έως, ὁ: "brazos (de la lira)". ἐναρμόσας καὶ ζυγώσας: participios de aoristo de ἐναρμόζω y ζυγόω. ἐμπήξας; participio de aoristo de ἐμπήγνυμι; ὑποθεὶς: participio de aoristo de ὑποτίθημι. ἐντεινάμενος: participio de aoristo medio-pasivo de ἐντείνω: “poner en tensión”. κἀμὲ = καὶ ἐμέ. μένοι: optativo de presente de μένω. κατίοι: 3ª del singular del presente de optativo de κάτειμι. κλέψων; participio de futuro de κλέπτω con valor final. κἀκεῖθεν = καὶ ἐκεῖθεν. πεποίηται: perfecto pasivo de ποιέω. ἔδωκα y ἀπέδωκε: aoristos de indicativo de δίδωμι y ἀποδίδωμι. ὑπέμνησας: aoristo de indicativo de ὑπομιμνήσκω. ἀποληψόμενος: participio de futuro de ἀπολαμβάνω. εὑρεθείη: optativo de aoristo pasivo de εὑρίσκω.


Cíclope y Poseidón


Λουκιανς, νλιοι διλογοι (2, 1)
LUCIANO, DIÁL. MARINOS (2, 1)

    CÍCLOPE Y POSEIDÓN
ΚΥΚΛΩΨ Ὦ πάτερ, οἷα πέπονθα ὑπὸ τοῦ καταράτου ξένου, ὃς μεθύσας ἐξετύφλωσέ με κοιμωμένῳ ἐπι-χειρήσας.
ΠΟΣΕΙΔΩΝ Τίς δὲ ἦν ὁ ταῦτα τολμήσας, ὦ Πολύφημε;
ΚΥΚΛΩΨ Τὸ μὲν πρῶτον Οὖτιν ἑαυτὸν ἀπεκάλει, ἐπεὶ δὲ διέφυγε καὶ ἔξω ἦν βέλους,Ὀδυσσεὺς ὀνομάζεσθαι ἔφη.
ΠΟΣΕΙΔΩΝ Οἶδα ὃν λέγεις, τὸνἸθακήσιον· ἐξἸλίου δ' ἀνέπλει. ἀλλὰ πῶς ταῦτα ἔπραξεν οὐδὲ πάνυ εὐθαρσὴς ὤν;
ΚΥΚΛΩΨ  Κατέλαβον αὐτοὺς ἐν τῷ ἄντρῳ ἀπὸ τῆς νομῆς ἀναστρέψας πολλούς τινας, ἐπιβουλεύοντας δῆλον ὅτι τοῖς ποιμνίοις· ἐπεὶ γὰρ ἐπέθηκα τῇ θύρᾳ τὸ πῶμα–πέτρα δέ ἐστί μοι παμμεγέθης–καὶ τὸ πῦρ ἀνέκαυσα ἐναυσάμενος ὃ ἔφερον δένδρον ἀπὸ τοῦ ὄρους, ἐφάνησαν ἀποκρύπτειν αὑτοὺς πειρώμενοι· ἐγὼ δὲ συλλαβών τινας αὐτῶν, ὥσπερ εἰκὸς ἦν, κατέφαγον λῃστάς γε ὄντας. ἐνταῦθα ὁ πανουργό-τατος ἐκεῖνος, εἴτε Οὖτις εἴτεὈδυσσεὺς ἦν, δίδωσί μοι πιεῖν φάρμακόν τι ἐγχέας, ἡδὺ μὲν καὶ εὔοσμον, ἐπιβουλότατον δὲ καὶ ταραχωδέστατον· ἅπαντα γὰρ εὐθὺς ἐδόκει μοι περιφέρεσθαι πιόντι καὶ τὸ σπήλαιον αὐτὸ ἀνεστρέφετο καὶ οὐκέτι ὅλως ἐν ἐμαυτοῦ ἤμην, τέλος δὲ εἰς ὕπνον κατε-σπάσθην. ὁ δὲ ἀποξύνας τὸν μοχλὸν καὶ πυρώσας προσέτι ἐτύφλωσέ με καθεύδοντα, καὶ ἀπ' ἐκείνου τυφλός εἰμί σοι, ὦ Πόσειδον.
ΠΟΣΕΙΔΩΝ  Ὡς βαθὺν ἐκοιμήθης, ὦ τέκνον, ὃς οὐκ ἐξέθορες μεταξὺ τυφλούμενος. ὁ δ' οὖνὈδυσσεὺς πῶς διέφυγεν; οὐ γὰρ ἂν εὖ οἶδ' ὅτι ἠδυνήθη ἀποκινῆσαι τὴν πέτραν ἀπὸ τῆς θύρας.
ΚΥΚΛΩΨ Ἀλλ' ἐγὼ ἀφεῖλον, ὡς μᾶλλον αὐτὸν λάβοιμι ἐξιόντα, καὶ καθίσας παρὰ τὴν θύραν ἐθήρων τὰς χεῖρας ἐκπετάσας, μόνα παρεὶς τὰ πρόβατα εἰς τὴν νομήν, ἐντειλάμενος τῷ κριῷ ὅσα ἐχρῆν πράττειν αὐτὸν ὑπὲρ ἐμοῦ.
ΠΟΣΕΙΔΩΝ  Μανθάνω· ὑπ' ἐκείνοις ἔλαθον ὑπεξελθόντες· σὲ δὲ τοὺς ἄλλους Κύκλωπας ἔδει ἐπιβοήσασθαι ἐπ' αὐτόν.
ΚΥΚΛΩΨ Συνεκάλεσα, ὦ πάτερ, καὶ ἧκον· ἐπεὶ δὲ ἤροντο τοῦ ἐπιβουλεύοντος τοὔνομα κἀγὼ ἔφην ὅτι Οὖτίς ἐστι, μελαγχολᾶν οἰηθέντες με ἀπιόντες ᾤχοντο. οὕτω κατεσοφίσατό με ὁ κατάρατος τῷ ὀνόματι. καὶ ὃ μάλιστα ἠνίασέ με, ὅτι καὶ ὀνειδίζων ἐμοὶ τὴν συμφοράν, Οὐδὲ ὁ πατήρ, φησίν, ὁ Ποσειδῶν ἰάσεται σε.
ΠΟΣΕΙΔΩΝ Θάρρει, ὦ τέκνον· ἀμυνοῦμαι γὰρ αὐτόν, ὡς μάθῃ ὅτι, εἰ καὶ πήρωσίν μοι τῶν ὀφθαλμῶν ἰᾶσθαι ἀδύνατον, τὰ γοῦν τῶν πλεόντων [τὸ σῴζειν αὐτοὺς καὶ ἀπολλύναι] ἐπ' ἐμοί ἐστι· πλεῖ δὲ ἔτι.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λουκιανς, νλιοι διλογοι (12, 1)

DDeor. 11, 1 πέπονθα: perfecto del verbo πάσχω. κοιμωμένῳ: participio concertado con un μοι complemento del participio ἐπιχειρήσας, que se suple por estar el complemento directo με. Τὸ πρῶτον: valor adverbial: en primer lugar. Κατέλαβον: aoristo radical temático de καταλαμβάνω. ἐπέθηκα: Aoristo del verbo ἐπιτίθημι. ἐφάνησαν …πειρώμενοι: participio predicativo del sujeto: “intentaron claramente”. ἐγχέας: paticipio de aoristo actico del verbo ἐγχέω. ἤμην: ἧν, imperfecto del verbo εἰμί. κατεσπάσθην: Aoristo pasivo del v. κατασπάζομαι. ἀφεῖλον: v. ἀναιρέω. λάβοιμι: aoristo de optativo del v. λαμβάνω. ἐκπετάσας: v. ἐκπετάννυμι. παρεὶς: v. παρίημι. ἐντειλάμενος: participio de aoristo medio del v. ἐντέλλω. ὑπεξελθόντες: v. ὑπεξέρχομαι. ἤροντο: v. ἔρομαι. τοὔνομα: crasis: τὸ ὄνομα. κἀγὼ: crasis: καὶ ἐγὼ. μελαγχολᾶν: Infinitivo del verbo μελαγχολάω. οἰηθέντες: participio pasivo del v. οἰομαι, en activa οἴω. ἰάσεται: futuro del verbo ἰαίνω. πήρωσίν: πήρωσις, -εως.


Doris y Tetis


Λουκιανς, νλιοι διλογοι (12, 1)
LUCIANO, DIÁL. MARINOS (12, 1)

12.1 DORIS Y TETIS

ΔΩΡΙΣ Τί δακρύεις, ὦ Θέτι;
ΘΕΤΙΣ Καλλίστην, ὦ Δωρί, κόρην εἶδον ἐς κιβωτὸν ὑπὸ τοῦ πατρὸς ἐμβληθεῖσαν, αὐτήν τε καὶ βρέφος αὐ-τῆς ἀρτιγέννητον· ἐκέλευσεν δὲ ὁ πατὴρ τοὺς ναύτας ἀναλαβόντας τὸ κιβώτιον, ἐπειδὰν πολὺ τῆς γῆς ἀποσπάσωσιν, ἀφεῖναι εἰς τὴν θάλασσαν, ὡς ἀπόλοιτο ἡ ἀθλία, καὶ αὐτὴ καὶ τὸ βρέφος.
ΔΩΡΙΣ Τίνος ἕνεκα, ὦ ἀδελφή; εἰπέ, εἴ τι ἔμαθες ἀκριβῶς.
ΘΕΤΙΣ Ἅπαντα. ὁ γὰρ Ἀκρίσιος ὁ πατὴρ αὐτῆς καλλίστην οὖσαν ἐπαρθένευεν ἐς χαλκοῦν τινα θάλαμον ἐμβαλών· εἶτα, εἰ μὲν ἀληθὲς οὐκ ἔχω εἰπεῖν, φασὶ δ' οὖν τὸν Δία χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου ἐπ' αὐτήν, δεξαμένην δὲ ἐκείνην ἐς τὸν κόλπον καταρρέοντα τὸν θεὸν ἐγκύμονα γενέσθαι. τοῦτο αἰσθόμενος ὁ πατήρ, ἄγριός τις καὶ ζηλότυπος γέρων, ἠγανάκτησε καὶ ὑπό τινος μεμοιχεῦσθαι οἰηθεὶς αὐτὴν ἐμβάλλει εἰς τὴν κιβωτὸν ἄρτι τετοκυῖαν. ΔΩΡΙΣ 12.2 Ἡ δὲ τί ἔπραττεν, ὦ Θέτι, ὁπότε καθίετο;
ΘΕΤΙΣ Ὑπὲρ αὐτῆς μὲν ἐσίγα, ὦ Δωρί, καὶ ἔφερε τὴν καταδίκην. τὸ βρέφος δὲ παρῃτεῖτο μὴ ἀποθανεῖν δακρύουσα καὶ τῷ πάππῳ δεικνύουσα αὐτό, κάλλιστον ὄν· τὸ δὲ ὑπ' ἀγνοίας τῶν κακῶν ὑπεμειδία πρὸς τὴν θάλασσαν. ὑποπίμπλαμαι αὖθις τοὺς ὀφθαλμοὺς δακρύων μνημονεύσασα αὐτῶν. ΔΩΡΙΣ Κἀμὲ δακρῦσαι ἐποίησας. ἀλλ' ἤδη τεθνᾶσιν;
ΘΕΤΙΣ Οὐδαμῶς· νήχεται γὰρ ἔτι ἡ κιβωτὸς ἀμφὶ τὴν Σέριφον ζῶντας αὐτοὺς φυλάττουσα.
ΔΩΡΙΣ Τί οὖν οὐχὶ σῴζομεν αὐτοὺς τοῖς ἁλιεῦσι τούτοις ἐμβαλοῦσαι ἐς τὰ δίκτυα τοῖς Σεριφίοις; οἱ δὲ ἀνα-σπάσαντες σώσουσι δῆλον ὅτι.
ΘΕΤΙΣ Εὖ λέγεις, οὕτω ποιῶμεν· μὴ γὰρ ἀπολέσθω μήτε αὐτὴ μήτε τὸ παιδίον οὕτως ὂν καλόν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λουκιανς, νλιοι διλογοι (15, 1)

DDeor. 12, 1 ἐμβληθεῖσαν: participio de aoristo pasivo v. εμβάλλω. ἀφεῖναι: infinitivo de aoristo de ἀφίημι. αἰσθόμενος: participio de aoristo del v. αἰσθάνομαι. ζηλότυπος: ζηλότυπος, ον: “celoso”. τετοκυῖαν: participio de perfecto activo del v. τίκτω. παρῃτεῖτο: v. παραιτέομαι. ἀποθανεῖν: infinitivo de aoristo activo del v. ἀποθνῃσκω. αὐτῶν: genitivo regido por el verbo μνημονέυω, como todos los verbos de recuerdo u olvido. Κἀμὲ: crasis de καὶ ἐμὲ. τεθνᾶσιν: perfecto activo del v. θνῃσκω. ἀπολέσθω: aoristo de imperativo del v. ἀπόλλυμι.


Al ignorante que compra muchos libros


Λουκιανς, (11,6) LUCIANO, AVD. INDOCT. (11,6)

    ὅτε τὸν Ὀρφέα διεσπάσαντο αἱ Θρᾷτται, φασὶ τὴν κεφαλὴν αὐτοῦ σὺν τῇ λύρᾳ εἰς τὸν Ἕβρον ἐμπεσοῦσαν ἐκβληθῆναι εἰς τὸν μέλανα κόλπον, καὶ ἐπιπλεῖν γε τὴν κεφαλὴν τῇ λύρᾳ, τὴν μὲν ᾄδουσαν θρῆνόν τινα ἐπὶ τῷ Ὀρφεῖ, ὡς λόγος, τὴν λύραν δὲ αὐτὴν ὑπηχεῖν τῶν ἀνέμων ἐμπιπτόντων ταῖς χορδαῖς, καὶ οὕτω μετ' ᾠδῆς προσενεχθῆναι τῇ Λέσβῳ, κἀκείνους ἀνελομένους τὴν μὲν κεφαλὴν καταθάψαι ἵναπερ νῦν τὸ Βακχεῖον αὐτοῖς ἐστι, τὴν λύραν δὲ ἀναθεῖναι εἰς τοῦ Ἀπόλλωνος τὸ ἱερόν, καὶ ἐπὶ πολύ γε σώζεσθαι αὐτήν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λουκιανς, (11, 6)

διεσπάσαντο: aoristo de διασπάω Θρᾷτται: Θρᾷττα-ης ἡ (mujer) Tracia; cuentan los mitos que cuando Orfeo perdió a su amada Eurídice, su llanto y su desdén llegaron a ser tan insοportables que las mujeres de Tracia decidieron matarlo ritualmente(σπαραγμός), despedazándolo. (1) φασὶ: de este verbo dependen todos los infinitivos que siguen, formando oraciones substantivas completivas. Ἕβρον: río de Tracia; algunos lo asimilan al Danubio que desemboca en el mar Negro. ἐμπεσοῦσαν: participio femenino de ἐμπίπτω ἐκβληθῆναι: Infinitivo aoristo pasivo de ἐκβάλλω; κόλπον: subrayar en el diccionario el sentido de “golfo”; referido al Mar Negro; ᾄδουσαν: participio de presente femenino de ᾄδω; θρῆνόν: en literatura griega el “treno” es un canto de tipo funerario, como señala el diccionario. Ὀρφεῖ : Ὀρφευς-εως ὁ Orfeo; nacido de Eagro, rey de Tracia, según otros, su padre es el mismo Apolo y su madre la ninfa Calíope; cuando muere su amada Eurídice, su amor le lleva al Hades, pero su debilidad le pierde y no la recupera (consulta P. Grimal Diccionario de la Mitología Clásica) προσενεχθῆναι: infinitivo aoristo pasivo de προσφέρω (consulta las formas verbales del simple en el diccionario) Λέσβῳ: Λέσβος-ου ἡ Lesbos: isla de la costa Jonia en donde nacen Safo y Alceo, poetas cantores también; y de ahí la vinculación del canto poético a ella. κἀκείνους: crasis o fusión de καὶ ἐκείνους; se reconoce por la presencia (no admitida) de espíritu suave en interior. ἀνελομένους: participio de aoristo de ἀναιρέω; ἐστι: verbo “ser” más dativo> “tener”; ἀναθεῖναι: infinitivo de aoristo del verbo ἀνατίθημι.


PLATÓN



Los dioses encargan a Prometeo y Epimeteo la distribución de las capacidades a los seres vivos


Πλτων, Πρωταγρας (320c 8) PLATÓN, PROTÁGORAS (320c 8)

    Ἦν γάρ ποτε χρόνος ὅτε θεοὶ μὲν ἦσαν, θνητὰ δὲ γένη οὐκ ἦν. ἐπειδὴ δὲ καὶ τούτοις χρόνος ἦλθεν εἱμαρμένος γενέσεως , τυποῦσιν αὐτὰ θεοὶ γῆς ἔνδον ἐκ γῆς καὶ πυρὸς μείξαντες καὶ τῶν ὅσα πυρὶ καὶ γῇ κεράννυται. ἐπειδὴ δ' ἄγειν αὐτὰ πρὸς φῶς ἔμελλον, προσέταξαν Προμηθεῖ καὶ Ἐπιμηθεῖ κοσμῆσαί τε καὶ νεῖμαι δυνάμεις ἑκάστοις ὡς πρέπει. Προμηθέα δὲ παραιτεῖται Ἐπιμηθεὺς αὐτὸς νεῖμαι, "Νείμαντος δέ μου," ἔφη, "ἐπίσκεψαι ·" καὶ οὕτω πείσας νέμει. νέμων δὲ τοῖς μὲν ἰσχὺν ἄνευ τάχους προσῆπτεν , τοὺς δ' ἀσθενεστέρους τάχει ἐκόσμει· τοὺς δὲ ὥπλιζε , τοῖς δ' ἄοπλον διδοὺς φύσιν ἄλλην τιν' αὐτοῖς ἐμηχανᾶτο δύναμιν εἰς σωτηρίαν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a PLATÓN, PROTÁGORAS (320c 8)

Πρωταγόρας (320c 8) ἦσαν: Aquí el verbo ser no funciona como atributivo sino con el sentido de existir. θνητὰ: Adjetivo referido a γένη. γένη: Buscar en γένος y repasar o estudiar los temas nominales de la tercera declinación cuyo lexema termina en silbante; se producen contracciones vocálicas al desparecer la silbante en posición intervocálica; contracciones que aparecen también en los llamados verbos contractos. καὶ: Valor adverbial, pues no coordina. ἦλθεν: Ver ἦλθον. εἱμαρμένος: De μείρομαι con el sentido de decretar por el destino. γενέσεως: ver γένεσις-εως. τυποῦσιν: ver τυπόω. αὐτὰ: Acusativo referido al θνητὰ δὲ γένη anterior. μείξαντες: De μείγνυμι o μειγνύω. καὶ τῶν ὅσα: Con valor de demostrativo. ἄγειν: Forma una construcción conjunta con el infinitivo anterior. προσέταξαν: Forma verbal compuesta de preposición προς más la forma verbal έταξαν. κοσμῆσαί: κοσμέω infinitivo de aoristo activo. νεῖμαι: νέμω infinitivo aoristo activo. Νείμαντος δέ μου: Genitivo absoluto (en Latín, ablativo absoluto). ἐπίσκεψαι: ἐπισκέπτομαι ο ἐπισκοπέω, con valor de imperativo. πείσας: Participio aoristo de πείθω: τοῖς μὲν...τοὺς δ´...con sentido distributivo. προσῆπτεν: προσ-άπτω. Atención al aumento de los verbos compuestos con preposición, situado entre la preposición y el verbo simple; en este caso, además, hay que señalar el aumento en los verbos con vocal inicial (con alargamiento de dicha vocal). ὥπλιζε: Ver nota anterior. διδοὺς: Nominativo singular del participio de presente de δίδωμι.


Epimeteo pretende compensar a todos los seres vivos pero se queda sin recursos para las personas


Πλτων, Πρωταγρας (321 B 5) PLATÓN, PROTÁGORAS (321 B 5)


    καὶ τοῖς μὲν ὀλιγογονίαν προσῆψε , τοῖς δ' ἀναλισκομένοις ὑπὸ τούτων πολυγονίαν, σωτηρίαν τῷ γένει πορίζων. ἅτε δὴ οὖν οὐ πάνυ τι σοφὸς ὢν ὁἘπιμηθεὺς ἔλαθεν αὑτὸν καταναλώσας τὰς δυνάμεις εἰς τὰ ἄλογα· λοιπὸν δὴ ἀκόσμητον ἔτι αὐτῷ ἦν τὸ ἀνθρώπων γένος, καὶ ἠπόρει ὅτι χρήσαιτο . ἀποροῦντι δὲ αὐτῷ ἔρχεται Προμηθεὺς ἐπισκεψόμενος τὴν νομήν, καὶ ὁρᾷ τὰ μὲν ἄλλα ζῷα ἐμμελῶς πάντων ἔχοντα, τὸν δὲ ἄνθρωπον γυμνόν τε καὶ ἀνυπόδητον καὶ ἄστρωτον καὶ ἄοπλον· ἤδη δὲ καὶ ἡ εἱμαρμένη ἡμέρα παρῆν, ἐν ᾗ ἔδει καὶ ἄνθρωπον ἐξιέναι ἐκ γῆς εἰς φῶς. ἀπορίᾳ οὖν σχόμενος ὁ Προμηθεὺς ἥντινα σωτηρίαν τῷ ἀνθρώπῳ εὕροι , κλέπτει Ἡφαίστου καὶ Ἀθηνᾶς τὴν ἔντεχνον σοφίαν σὺν πυρί ἀμήχανον γὰρ ἦν ἄνευ πυρὸς αὐτὴν κτητήν τῳ ἢ χρησίμην γενέσθαι καὶ οὕτω δὴ δωρεῖται ἀνθρώπῳ.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Πλτων, Πρωταγρας (321B 5)

προσῆψε: con aumento. ἀναλισκομένοις: Observa la construcción pasiva con el complemento agente ὑπὸ τούτων (repasa la diferencia de valor sintáctico entre una forma verbal media con y sin complemento agente). καταναλώσας: Participio de aoristo de ἀναλίσκω. αὐτῷ ἦν: “ser” con dativo. ἠπόρει: Imperfecto del contracto ἀπορέω; recuerda las notas anteriores sobre el aumento temporal o vocal inicial alargada Completiva, interrogativa indirecta. χρήσαιτο: Optativo aoristo de χράομαι. ἐπισκεψόμενος: Participio de futuro de ἐπισκοπέω, concertado con Epimeteo y valor final. ἐμμελῶς: Adverbio construido sobre el adjetivo correspondiente. εἱμαρμένη: De μείρομαι con el sentido de “decretar por el destino”. ἔδει: Imperfecto de δεῖ. ἐξιέναι: ver ἔξ-εἶμι. ἥντινα: Introduce interrogativa indirecta. εὕροι: Optativo aoristo de εὑρίσκω.


Texto E3


Πλτων, Συμπσιον (203.a.9 20) PLATÓN, BANQUETE (203.a.9 20

    Πατρὸς δέ, ἦν δ' ἐγώ, τίνος ἐστὶ καὶ μητρός; Μακρότερον μέν, ἔφη, διηγήσασθαι· ὅμως δέ σοι ἐρῶ. ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, ἡστιῶντο οἱ θεοὶ οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος ὑὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος –οἶνος γὰρ οὔπω ἦν– εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν . ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί τε παρ' αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα. διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος καὶ θεράπων γέγονεν ὁ Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις, καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλὸν καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης . ἅτε οὖν Πόρου καὶ Πενίας ὑὸς ὢν ὁἜρως ἐν τοιαύτῃ τύχῃ καθέστηκεν . πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώμενος, τὴν τῆς μητρὸς φύσιν ἔχων, ἀεὶ ἐνδείᾳ σύνοικος. κατὰ δὲ αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεί τινας πλέκων μηχανάς, καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής· καὶ οὔτε ὡς ἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει τε καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δὲ ἀποθνῄσκει, πάλιν δὲ ἀναβιώσκεται διὰ τὴν τοῦ πατρὸς φύσιν, τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτε ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ, σοφίας τε αὖ καὶ ἀμαθίας ἐν μέσῳ ἐστίν. ἔχει γὰρ ὧδε.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Πλτων, Συμπσιον (203.a.9 20)

Συμπόσιον (203.a.9 20) ἦν: De ἠμί. ἐρῶ: De λέγω. ἡστιῶντο: De ἑστιάω subraya el sentido de “invitar a comer”, observa que puede ir en voz pasiva. προσαιτήσουσα: Participio femenino de προσαιτέω. οὔσης: Participio de presente femenino εἰμί construyendo participio absoluto. εἰσελθὼν: Participio aoristo pasivo en nominativo singular masculino. εἰσέρχομαι. βεβαρημένος: βαρύνω añade en el diccionario “estar pesado”. ηὗδεν: ver εὕδω. ἐπιβουλεύουσα: Participio femenino singular. γεννηθεὶς: Nominativo singular masculino de participio de aoristo pasivo de γίιγνομαι. οὔσης: Participio femenino genitivo singular, formando participio absoluto con Afrodita como sujeto. καθέστηκεν: Perfecto de καθίστημι. κατὰ: Preposición del acusativo que sigue; subraya en el diccionario el sentido: “conforme a” “según”.


ESOPO


La zorra y la máscara de tragedia


Ασωπος, 27
ESOPO, 27

    ἀλώπηξ εἰς οἰκίαν ἐλθοῦσα ὑποκριτοῦ καὶ ἕκαστα τῶν αὐτοῦ σκευῶν διερευνωμένη εὗρε καὶ κεφαλὴν μορμολυκίου εὐφυῶς κατεσκευασμένην, ἣν καὶ ἀναλαβοῦσα ταῖς χερσὶν ἔφη “ὦ οἵα κεφαλή, καὶ ἐγκέφαλον οὐκ ἔχει.” ὁ μῦθος πρὸς ἄνδρας μεγαλοπρεπεῖς μὲν τῷ σώματι, κατὰ δὲ ψυχὴν ἀλογίστους.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Ασωπος (27)

κεφαλὴν μορμολυκίου: máscara de tragedia. εὐφυῶς: adverbio derivado de εὐφυής. κατεσκευασμένην: participio de perfecto pasivo de κατασκευάζω.



La zorra y las uvas


Ασωπος, λώπηξ κα βότρυς (15) ESOPO, LA ZORRA Y LAS UVAS (15)

    ἀλώπηξ λιμώττουσα ὡς ἐθεάσατο ἀπό τινος ἀναδενδράδος βότρυας κρεμαμένους, ἠβουλήθη αὐτῶν περιγενέσθαι καὶ οὐκ ἠδύνατο. ἀπαλλαττομένη δὲ πρὸς ἑαυτὴν εἶπεν· “ὄμφακές εἰσιν.” οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι τῶν πραγμάτων ἐφικέσθαι μὴ δυνάμενοι δι' ἀσθένειαν τοὺς καιροὺς αἰτιῶνται.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Ασωπος λώπηξ κα βότρυς (15)

κρεμαμένους: de κρεμάννυμι


PLUTARCO



Las mujeres licias


Πλούταρχος, Γυναικών αρεταί (9, 248 D) PLUTARCO, VIRTUDES DE MUJERES (2, 248  D)

    λέγει γάρ, ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρι οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. διὸ καὶ νόμος ἦν τοῖς Ξανθίοις μὴ πατρόθεν ἀλλ' ἀπὸ μητέρων χρηματίζειν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Πλούταρχος, Γυναικών αρεταί (9, 248 D)

Ξανθίων: Ξάνθιοι, -ων, m. pl.: jantios, habitantes de la ciudad de Janto en la región de Licia. ἀνελὼν: participio de aoristo de ἀναιρέω. ἐτύγχανεν: rige genitivo. καταρασαμένου: de καταράομαι. ἐξήνθησεν: de ἐξανθέω. ἁλμυρίδα: ἁλμυρίς, -ίδος, f.: salitre, secreción salina. διέφθαρτο: 3ª sg. del pluscuamperfecto pasivo de διαφθείρω. αἰδεσθεὶς: de αἰδέομαι; referido a Belerofonte. δεομένας: de δέω 2. ἀφεῖναι: infinitivo de aoristo de ἀφίημι.


Arístides


Πλούταρχος, ριστείδης (7, 7, 1 - 8, 7) PLUTARCO,  ARÍSTIDES (7, 7, 1 - 8, 7)

    Γραφομένων οὖν τότε τῶν ὀστράκων, λέγεταί τινα τῶν ἀγραμμάτων καὶ παντελῶς ἀγροίκων ἀναδόντα τῷ Ἀριστείδῃ τὸ ὄστρακον ὡς ἑνὶ τῶν τυχόντων παρακαλεῖν, ὅπως Ἀριστείδην ἐγγράψειε. τοῦ δὲ θαυμάσαντος καὶ πυθομένου μή τι κακὸν αὐτὸν Ἀριστείδης πεποίηκεν,’οὐδέν’ εἰπεῖν, ‘οὐδὲ γινώσκω τὸν ἄνθρωπον, ἀλλ' ἐνοχλοῦμαι πανταχοῦ τὸν Δίκαιον ἀκούων’. ταῦτ' ἀκούσαντα τὸν Ἀριστείδην ἀποκρίνασθαι μὲν οὐδέν, ἐγγράψαι δὲ τοὔνομα τῷ ὀστράκῳ καὶ ἀποδοῦναι. τῆς δὲ πόλεως ἀπαλλαττόμενος ἤδη, τὰς χεῖρας ἀνατείνας πρὸς τὸν οὐρανὸν ηὔξατο τὴν ἐναντίαν ὡς ἔοικεν εὐχὴν τῷ Ἀχιλλεῖ, μηδένα καιρὸν Ἀθηναίους καταλαβεῖν ὃς ἀναγκάσει τὸν δῆμον Ἀριστείδου μνησθῆναι.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Πλούταρχος, ριστείδης (7, 7, 1 - 8, 7)

ἀναδόντα: participio de aoristo de ἀναδίδωμι. τυχόντων: participio de τυγχάνω. Sustantivado se traduce por "el primero con quien se tropieza, uno cualquiera". πυθομένου: de πυνθάνομαι. Este participio del genitivo absoluto rige la interrogativa indirecta de μή τι ... ἀκούων: aquí tradúzcase por "oir llamar". ἀποκρίνασθαι ... ἐγγράψαι ... ἀποδοῦναι (de ἀποδίδωμι): los infinitivos dependen de λέγεταί. Ἀχιλλεῖ: Aquiles (cf. Il. I 365-412) suplica a su madre, la diosa Tetis, que sus compatriotas los griegos sean derrotados para que se acuerden de él. καταλαβεῖν: la oración de infinitivo explica la súplica de Arístides. μνησθῆναι: de μιμνήσκω, rige genitivo.


Demetrio


Πλούταρχος, Βασιλέων ποφθέγματα κα στρατηγν ( 2, 189 D) PLUTARCO, MÁXIMAS DE REYES Y GENERALES (2,189 D)

    Δημήτριος ὁ Φαληρεὺς Πτολεμαίῳ τῷ βασιλεῖ παρῄνει τὰ περὶ βασιλείας καὶ ἡγεμονίας βιβλία κτᾶσθαι καὶ ἀναγινώσκειν· ‘ἃ γὰρ οἱ φίλοι τοῖς βασιλεῦσιν οὐ θαρροῦσι παραινεῖν, ταῦτα ἐν τοῖς βιβλίοις γέγραπται.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Πλούταρχος, Βασιλέων ποφθέγματα κα στρατηγν ( 2, 189 D)

παρῄνει: de παραινέω. γέγραπται: de γράφω.



LISIAS


Las Amazonas


Λυσας, πιτάφιος (4-6) LISIAS, ORACIÓN FÚNEBRE (2, 4, 1)

    

    Ἀμαζόνες γὰρ Ἄρεως μὲν τὸ παλαιὸν ἦσαν θυγατέρες, οἰκοῦσαι [δὲ] παρὰ τὸν Θερμώδοντα ποταμόν, μόναι μὲν ὡπλισμέναι σιδήρῳ τῶν περὶ αὐτάς, πρῶται δὲ τῶν πάντων ἐφ' ἵππους ἀναβᾶσαι, οἷς ἀνελπίστως δι' ἀπειρίαν τῶν ἐναντίων ᾕρουν μὲν τοὺς φεύγοντας, ἀπέλειπον δὲ τοὺς διώκοντας· ἐνομίζοντο δὲ διὰ τὴν εὐψυχίαν μᾶλλον ἄνδρες ἢ διὰ τὴν φύσιν γυναῖκες· πλέον γὰρ ἐδόκουν τῶν ἀνδρῶν ταῖς ψυχαῖς διαφέρειν ἢ ταῖς ἰδέαις ἐλλείπειν. ἄρχουσαι δὲ πολλῶν ἐθνῶν, καὶ ἔργῳ μὲν τοὺς περὶ αὐτὰς καταδεδουλωμέναι, λόγῳ δὲ περὶ τῆσδε τῆς χώρας ἀκούου-σαι κλέος μέγα, πολλῆς δόξης καὶ μεγάλης ἐλπίδος χά-ριν παραλαβοῦσαι τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐστράτευσαν ἐπὶ τήνδε τὴν πόλιν. τυχοῦσαι δ' ἀγαθῶν ἀνδρῶν ὁμοίας ἐκτήσαντο τὰς ψυχὰς τῇ φύσει, καὶ ἐναντίαν τὴν δόξαν τῆς προτέρας λαβοῦσαι μᾶλλον ἐκ τῶν κινδύνων ἢ ἐκ τῶν σωμάτων ἔδοξαν εἶναι γυναῖκες. μόναις δ' αὐταῖς οὐκ ἐξε-γένετο ἐκ τῶν ἡμαρτημένων μαθούσαις περὶ τῶν λοιπῶν ἄμεινον βουλεύσασθαι, οὐδ' οἴκαδε ἀπελθούσαις ἀπαγγεῖλαι τήν τε σφετέραν αὐτῶν δυστυχίαν καὶ τὴν τῶν ἡμετέρων προγόνων ἀρετήν· αὐτοῦ γὰρ ἀποθανοῦσαι, καὶ δοῦσαι δίκην τῆς ἀνοίας, τῆσδε μὲν τῆς πόλεως διὰ τὴν ἀρετὴν ἀθάνατον μνήμην ἐποίησαν, τὴν δὲ ἑαυτῶν πατρίδα διὰ τὴν ἐνθάδε συμφορὰν ἀνώνυμον κατέστησαν. ἐκεῖναι μὲν οὖν τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσασαι τὴν ἑαυτῶν δικαίως ἀπώλεσαν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a Λυσας, πιτάφιος (4-6)

Orat. 2, 4, 1 οἶς: relativo en dativo instrumental (pl.), cuyo antecedente es ἵππους. δι' ἀπειρίαν: causal. ᾕρουν: imperfecto de αἱρέω. φεύγοντας, διώκοντας, participios en acus. pl., CD de los imperfectos ᾕρουν – de αἱρέω- y ἀπέλειπον, respectivamente. ἐνομίζοντο: imperfecto medio-pasivo, con sujeto Ἀμαζόνες y predicativos ἄνδρες /γυναῖκες. μᾶλλον... ἤ: más (bien)... que, como más adelante πλέον... ἤ. ἐδόκουν: imperfecto, con sujeto Ἀμαζόνες y dos infinitivos concertados, διαφέρειν τῶν ἀνδρῶν/ἐλλείπειν [τών ἀνδρῶν], cada uno con su complemento circunstacial de causa en dativo. τοὺς περὶ αὐτὰς: con valor pronominal, “los de alrededor de ellas”. περὶ τῆσδε τῆς χώρας: τῆσδε “esta de aquí”, i.e., Atenas, donde Lisias hablaba. Igual ocurre a continuación con ἐπὶ τήνδε τὴν πόλιν. τυχοῦσαι: τυγχάνω + genitivo (“al tocarles en suerte...”). ἐκτήσαντο: aoristo medio de κτάομαι, construido con CD y predicativo. ἐξεγένετο: ἐξεγένετο, aoristo de ἐκγίγνομαι, construido con dos participios en dativo plural y dos infinitivos coordinados: βουλεύσασθαι y ἀπαγγεῖλαι (“no les aconteció...”). αὐτοῦ: adverbial, referido a Atenas. κατέστησαν: aoristo de καθίστημι. ἐποίησαν, κατέστησαν construidos ambos en paralelo con CD y predicativo. τῆς ἀλλοτρίας... τὴν ἑαυτῶν: se sobreentiende πατρίδαν.


PARTENIO DE NICEA


Sobre Dafne


ΠΑΡΘΕΝΙΟΣ ΝΙΚΑΕΥΣ, Περ ρωτικν παθματων (C,15, 1) PARTENIO DE NICEA, Sobre padecimientos de amor (C, 15, 1)

    1. Περὶ δὲ τῆς Ἀμύκλα θυγατρὸς τάδε λέγεται Δάφνης· αὕτη τὸ μὲν ἅπαν εἰς πόλιν οὐ κατῄει, οὐδ᾽ ἀνεμίσγετο ταῖς λοιπαῖς παρθένοις· παρασκευασαμένη κύνας ἐθήρυεν ἔστιν ὅτε καὶ ἐν τῇ Λακωνικῇ καὶ ἐπιφοιτῶσα εἰς τὰ λοιπὰ τῆς Πελοποννήσου ὄρη· δι᾽ ἣν αἰτίαν μάλα καταθύμιος ἦν Ἀρτέμιδι, καὶ αὐτὴν εὔστοχα βάλλειν ἐποίει. 2. ταύτης περὶ τὴν Ἠλιδίαν ἀλωμένης Λεύκιππος Οἰνομάου παῖς εἰς ἐπιθυμίαν ἦλθε, καὶ τὸ μὲν ἄλλως πως αὐτῆς πειράσθαι ἀπέγνω, ἀμφιεσάμενος δὲ γυναικείαις ἀμπεχόναις καὶ ὁμοιωθεὶς κόρῃ συνεθήρα αὐτῃ. ἔτυχε δὲ πως αὐτῇ κατὰ νοῦν γενομένος, οὐ μεθίει τε αὐτὸν ἀμφιπεσοῦσά τε καὶ ἐξηρτημένη πᾶσαν ὥραν. 3. Ἀπόλλων δὲ καὶ αὐτὸς τῆς παιδὸς πόθῳ καιόμενος, ὀργῇ τε καὶ φθόνῳ εἴχετο τοῦ Λευκίππου συνόντος, καὶ ἐπὶ νοῦν αὐτῇ βάλλει σὺν ταῖς λοιπαῖς παρθένοις ἐπὶ κρήνην ἐλθούσαις λούεσθαι. ἔνθα δὴ ὡς ἀφινόμεναι ἀπεδιδύσκοντο καὶ ἑώρων τὸν Λευκκίπον μὴ βουλόμενον, περιέρρηξαν αὐτόν· μαθοῦσαι δὲ τὴν ἀπάτην καὶ ὡς ἐπεβούλευεν αὐταῖς, πᾶσαι μεθίεσαν εἰς αὐτὸν τὰς αἰχμάς. 4. καὶ ὁ μὲν δὴ κατὰ θεῶν βούλησιν ἀφανὴς γίνεται· Ἀπόλλωνα δὲ Δάφνη ἐπ᾽ αὐτὴν ἰόντα προϊδομένη, μάλα ἐρρωμένος ἔφευγεν. ὡς δὲ συνεδιώκετο, παρὰ Διὸς αἰτεῖται ἐξ ἀνθρώπων ἀπαλλαγῆναι· καὶ αὐτὴν φασι γενέσθαι τὸ δένδρον τὸ ἐπικληθεν ἀπ᾽ ἐκείνης δάφνην.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ΠΑΡΘΕΝΙΟΣ ΝΙΚΑΕΥΣ, Περ ρωτικν παθματων (C, 15,1)

ἀνεμίσγετο: de ἀναμίσγω = ἀναμείγνυμι. ἔστιν ὅτε: loc. “hay tiempos en que, a veces…”. εὔστοχα: adv. = εὔστοχως. 2. πειράσθαι: de πειράω. ἀπέγνω: aor. de ἀπογιγνώσκω. ἀμφιεσάμενος: de ἀφιέννυμι. ὁμοιωθεὶς: de ὁμοιόω. συνεθήρα: imperf. de συνθηράω. μεθιει: imperf. de μεθίημι. ἀμφιπεσοῦσα: de ἀμφιπίπτω. ἐξηρτημένη: part. perf. de ἐξαρτάω. 3. συνόντος: de συνείμι. ἀπεδιδύσκοντο: aor. reduplicado iterativo de ἀποδύω. περιέρρηξαν: aor. de περιρρήγνυμι. μεθίεσαν: de μεθίημι. 4. ἰόντα: de εἶμι. προϊδομένη: de προ-οράω. ἀπαλλαγῆναι: inf. aor. pas. de ἀπαλλάσσω. ἐπικληθὲν: part. aor. pas. de ἐπικαλέω.



PALÉFATO


Sobre Acteón


ΠΑΛΑΙΦΑΤΟΣ, Περ πστων (6, 1) PALÉFATO, Sobre los relatos increíbles (6, 1)

VI. Περὶ Ἀκταίωνος


    1. φασὶν Ἀκταίωνα ὑπὸ τῶν ἰδίων κυνῶν καταβρωθῆναι. τοῦτο δὲ ψευδές· κύων γὰρ δεσπότην καὶ τροφέα μάλιστα φιλεῖ, ἄλλως τε καὶ αἱ θηρευτικαὶ πάντας ἀνθρώπους σαίνουσιν. ἔνιοι δέ φασιν ὡς Ἄρτεμις μὲν εἰς ἔλαφον μετέβαλεν αὐτόν, ἔλαφον δὲ ἀνεῖλον αἱ κύνες. 2. ἐμοὶ δὲ δοκεῖ Ἄρτεμιν μὲν δύνασθαι ὅ τι θέλοι ποιῆσαι· οὐ μέντοι ἐστὶν ἀληθὲς ἔλαφον ἐξ ἀνδρὸς ἢ ἐξ ἐλάφου ἄνδρα γενέσθαι· τοὺς δὲ μύθους τούτους συνέθεσαν οἱ ποιηταί, ἵνα οἱ ἀκροώμενοι μὴ ὑβρίζοιεν εἰς τὸ θεῖον. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. 3. Ἀκταίων ἦν ἁνὴρ τὸ γένος Ἀρκάς, φιλοκύνηγος. οὑτος ἔτρεφεν ἀεὶ κύνας πολλὰς καὶ ἐθήρευεν ἐν τοῖς ὄρεσιν, τῶν δὲ αὑτοῦ πραγμάτων ἠμέλει. οἱ δὲ τότε ἄνθρωποι αὐτουργοὶ πάντες ἦσαν οἰκέτας τε οὐκ εἶχον, ἀλλ᾽ ἑαυτοῖς ἐγεώργουν, καὶ οὑτος ἦν πλουσιώτατος, ὅς αὐτὸς ἐγεώργει καὶ ἐργατικώτατος ὑπῆρχε. 4. τῷ οὖν Ἀκταίωνι ἀμελοῦντι τῶν οἰκείων, μᾶλλον δὲ κυνηγετοῦντι, διεφθάρη ὁ βίος. ὅτε δὲ οὐκέτι εἶχεν οὐδέν, ἔλεγον οἱ ἄνθρωποι "δείλαιος Ἀκταίων, ὃς ὑπὸ τῶν ἰδίων κυνῶν κατεβρώθη", ὥσπερ καὶ νυν ἐάν τις πορνοβοσκῶν ἀτυχήσῃ, λέγειν εἰώθαμεν "ὑπὸ τῶν πορνῶν κατεβρώθη". τοιοῦτον δή τι καὶ τὸ περὶ τὸν Ἀκταίωνα γέγονεν.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a ΠΑΛΑΙΦΑΤΟΣ, Περ πστων (6,1)

1. καταβρωθῆναι: inf. aor. pas. de καταβιβρώσκω. αἱ θηρευτικαὶ: se refiere a las κύνες; el sexo del animal sólo se diferencia por el artículo. ὡς: valor temporal. 2. ἐμοὶ δοκεῖ Ἄρτεμιν δύνασθαι: el verbo δοκέω+dat.+inf. = “parece a (dat.) que (inf. con o sin suj.). θέλοι: pres. opt. de θέλω. συνέθεσαν: de συντίθημι: ἵνα μὴ: valor final, “para que no”. ἀκροώμενοι: de ἀκροάομαι. 3. ἔχει: valor intransitivo. φιλοκύνηγος, ος, ον: adj.: "que ama la caza". ἠμέλει: de ἀμελέω. πλουσιώτατος: superl. de πλούσιος. ἐργατικώτατος: superl. de ἐργατικός. ὑπῆρχε: de ὑπάρχω. 4. διεφθάρη: aor. pas. de διαφθείρω. ἐάν: conj. cond., “si”. πορνοβοσκῶν: de πορνοβοσκέω, “mantener prostituas”. ἀτυχήσῃ: aor. subj. de ἀτυχέω. εἰώθαμεν: perf. de ἔθω. πορνή, -ῆς ἡ, “prostituta”. γέγονεν: perf. de γίγνομαι.



Sobre las yeguas de Diomedes


ΠΑΛΑΙΦΑΤΟΣ, Περ πστων (7, 1) PALÉFATO, Sobre los relatos increíbles (7, 1)

    VII. Περὶ τῶν Διομήδους ἵππων


1. Περὶ τῶν Διομήδους ἵππων φασὶν ὅτι ἀνδροφάγοι ἦσαν, γελοίως· τὸ γὰρ ζῷον τοῦτο μᾶλλον χόρτῳ καὶ κριθῇ ἥδεται ἢ ἀνθρωπίνοις. τὸ δ᾽ ἀληθὲς ὧδε ἔχει. 2. τῶν παλαιῶν ἀνθρώπων ὄντων αὐτουργῶν, καὶ τὴν τροφὴν καὶ τὴν περιουσίαν οὕτως κτωμένων, ἅτε τὴν γῆν ἐργαζομένων, ἱπποτροφεῖν τις ἐπελάβετο, καὶ μέχρι τούτου ἵπποις ἥδετο, ἕως οὗ τὰ αὑτοῦ ἀπώλεσε καὶ πάντα πωλῶν κατανάλωσεν εἰς τὴν τῶν ἵππων τροφήν. οἱ οὖν φίλοι ἀνδροφάγους τοὺς ἵππους ὠνόμασαν. ὧν γενομένων προήχθη ὁ μῦθος.


[Índice de textos]
Diccionario
Vocabulario: α  β  γ  δ  ε  ζ  η  θ  ι  κ  λ  μ  ν  ξ  ο  π  ρ  σ  τ  υ  φ  χ  ψ  ω
Nombres propios:  Α  Β  Γ  Δ  Ε  Ζ  Η  Θ  Ι  Κ  Λ  Μ  Ν  Ξ  Ο  Π  Ρ  Σ  Τ  Υ  Φ  Χ Ψ  Ω

Notas a 2. ΠΑΛΑΙΦΑΤΟΣ, Περ πστων (7,1,)

1. μᾶλλον ... ἢ: construcción comparativa (= lat. magis…quam). 2. ὄντων: part. pres. εἰμί. κτωμένων: de κτάομαι. ἅτε: con part. valor causal. ἱπποτροφεῖν: inf. de ἱπποτροφέω, “criar caballos”. μέχρι τοῦτο … ἕως οὗ: “hasta tanto…que”. ἀπώλεσε: de ἀπόλλυμι. πωλῶν: de πωλέω. κατανάλωσεν: de καταναλίσκομαι. προήχθη: aor. pas. de προάγω.